Letter 258: If Eutherius did not have a son studying with us, and if he had not asked you to write, you would have kept your...

LibaniusHyperechius|c. 338 AD|Libanius
education books

Υπερεχίῳ (361?)

Εἰ δὲ μὴ παῖς ἦν Εὐθηρίῳ παρ’ ἡμῖν κἀκεῖνος ἐδεῖτό
σου γράφειν, ἐσίγας ἂν ὥσπερ πρότερον, καίτοι σε ἐδιδάξαμεν

λέγειν. σὺ δ’ ἐν τοῖς ἄλλοις τούτῳ χρώμενος, ᾧ τὰ ὄντα καὶ
σώζεις καὶ πλείω ποιεῖς, οὗ δεῖ τι φθέγξασθαι, τὸ πρὸς ἡμᾶς
ἄφωνος εἶ, καὶ ταῦτα πράττων, ὡς ἂν ἡμεῖς εὐξαίμεθα, καὶ
τῶν πραγμάτων χρηστὰ δηλοῦν διδόντων.

ἀλλ’ ἐγώ σε οὐΚ
εἰσπράξομαι δίκην ὧν αἰτιᾶσθαι ἔχω. διὰ τοῦτο καὶ τὸν Ἱέ-
ρωνα πρὸ πολλῶν ἐποιησάμην καὶ Φιλόπατρις ὧνπερ Ἱέρων
τεύξεται μᾶλλον δὲ ἤδη τετύχηκεν ἐμοῦ σοὶ χαρίζεσθαι διὰ
τῶν εἰς ὁντινοῦν Ἀρμενίων ἡγουμένου.

Related Letters