Letter 259: My occupation is still rhetoric, as before, but the pleasures are nothing like they were.

LibaniusCrispinus|c. 338 AD|Libanius
education books

Κρισπίνῳ. (361)

Διατριβαὶ μὲν ἡμῖν ἐπὶ λόγοις οἷαίπερ πρότερον, οὐ μέν-
τοι γε ἡδοναὶ ταῖς ἔμπροσθεν παραπλήσιαι. τοσούτων γάρ μοι
καὶ τοιούτων καὶ φίλων καὶ συγγενῶν οἰχομένων ἡ λύπη κρα-
τεῖ καὶ τέρψις οὐδαμόθεν, ὥστ’ εἰ μὴ λίαν ᾐσχυνόμην, παραι-
τησάμενος ἂν τὰς Μούσας μὴ χαλεπαίνειν λιπὼν ἂν τὴν τά-
ξιν ἐγεώργουν.

ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θεῷ δοκεῖ, χω-
ρείτω· τῶν δ’ ἡμὶν πεποιημένων τὰ μὲν ἔχεις, τὰ δὲ οὐκ ἔχων
ζητεῖς. δεῖ δή σε φράζειν, ὁπόσα ἔχεις. οὕτω γὰρ ἃ δεῖσε λα-
βεῖν διδάξεις. οὐ γὰρ ἄξιον ἡμῖν κόπτεσθαι τηνάλλως τοὺς
βιβλιογράφους. μήνυε δὴ καὶ τόν τε Θεόφιλον ἐνεργὸν εὑρή-
σεις ἡμᾶς τέ σοι χαρίζεσθαι βουλομένους

Related Letters