Letter 261: To the same person. (361)

LibaniusUnknown|c. 338 AD|Libanius
imperial politics

Τῷ αὐτῷ. (361)

Ἴδου σοι καὶ βασιλέως ἐπιστολὴ βουλομένη μηδὲν ἡμῖν
ἀδικεῖσθαι τὸν Ὀλύμπιον οὐχ ὡς οὐχὶ καὶ τῆς σῆς γνώμης
ἀρκούσης τε καὶ τοῦτο ἀεὶ ζητούσης, ὅπως μηδὲν ἔξω τοῦ δι-
καίου πράττοιτο, ἀλλ’ οἱ τὸν ἄνδρα φιλοῦντες, πολλοὶ δὲ οὗ-
τοι καὶ δυνατοί, τὸ μηδὲν παρεῖναι τῶν φερόντων εἰς βοή-

θείαν τοῦ τι παραλιπεῖν ἡγήσαντο κάλλιον καὶ ὅπως τά τε
γράμματα ἔσται προὐνοήθησαν καὶ πέμπειν ἐκέλευον, ὥστε οὐκ
ἦν ἀπειθεῖν.

ἀλλ’ ὅμως, ἤν τι κατὰ νοῦν ἡμῖν ἐκεῖθεν χω-
ρῇ, τὸν τοῦ παντὸς οὐκ ἀγνοήσομεν κύριον οὐδ’ ὅτι τοῖς τοι-
ούτοις γράμμασιν ἀπὸ τῆς ὑμετέρας ψήφου τὸ κρατεῖν ἡ μή.

Related Letters