Letter 294: Come now, move on and do for the Galatians what you did for the Phrygians.

LibaniusAcacius|c. 342 AD|Libanius
barbarian invasion

Ἀκακίῳ. Ἀκακίῳ. (361)

Ἀλλ᾿ ἄγε δή, μετάβηθι καὶ ποίει Γαλάτας, ἃ Φρύγας.
Φρύγας δὲ ἄρα πρὸς ἅπασαν εὐδαιμονίαν ἤγαγες τῇ περὶ τὸ
ποιμαίνειν τέχνῃ. ταῦτα δὲ ἐγὼ περὶ σοῦ πεπεισμένος καὶ

κηρύττειν οὐκ ὀκνῶ.

σὺ δὲ τὰ βελτίω μὲν ὑπὲρ ἡμῶν ἐπέ-
πεισο, σιγῇ δὲ ἔκρυπτες. ἐγὼ δέ σε καὶ οὕτω χρηστὸν ἡγού-
μην καὶ μετὰ τῶν ἐμαυτοῦ φίλων ἠρίθμουν καίτοι δοκοῦντα
τετάχθαι μετὰ τῶν ἐναντίων· οὐ γὰρ ἐτόξευες. ἀκόλουθον δὴ
τῷ τότε οὕτω φρονεῖν τὸ νῦν χάριν αἰτεῖν. αἰτήσω δὲ πολλὰς
μὲν ἐπὶ ταύτῃ, πρὸ δὲ τῶν ἄλλων ταύτην.

ἔστιν ἐν Ἀγκύρᾳ
Μάξιμος, εὐγενής, εὐγενέστερος Κόδρου, φασί, πρᾷος, ἐκ τοῦ
δικαίου πλουτῶν, οὐ τὴν τοῦ γείτονος εὐχόμενος προσλαβεῖν,
ἀλλ’ ὅπως πολλὰ λήψεται παρὰ τῶν αὑτοῦ προνοῶν, φίλος
ἀνὴρ Δήμητρι μὲν διὰ τὸ γεωργίᾳ προσέχειν, Ἀρτέμιδι δὲ διὰ
τὴν θήραν· τῶν γὰρ ὅπλων οἷς ποτε ἐκοσμεῖτο ἀφειμένος
ἵππους καὶ κύνας ἐπὶ τὰ θηρία τρέφει. φαινόμενος δὲ ἐπ
ἀγορᾶς ὀλιγάκις ἐλύπησε μὲν οὐδένα, τῷ φανῆναι δὲ εὐφρά-
νας ἀπῆλθεν ἓν τοῦτο ἐγκαλούμενος, ὅτι πρὸς ἀγροὺς ἀπο-
τρέχει.

οὗτος ὁ Μάξιμος ξένος μοι γίγνεται πάλαι καὶ
τοὺς υἱεῖς ἐνεχείρισεν. ὧν ὁ πρεσβύτερος ἀρετὴν ἐν νεότητι
δείξας πολλὴν ἐμοί τε καὶ τοῖς αὑτοῦ γονεῦσι τὴν φιλίαν
ποιεῖ, δι’ ἣν ἐκεῖνοί τε τἀμὰ τῶν αὑτῶν πρότερα ποιοῦνται
παρ’ ἐμοί τε ταὐτὸ κρατεῖ. εὖ γὰρ ἴσθι, μᾶλλον εὐεργέτην
ἄγω τὸν εἰς τἀκείνων σπουδῇ χρώμενον ἢ ὅστις ὑπὲρ ἐμοῦ
κινδύνους αἱρεῖται.

πιστεύω δὲ νῦν, εἴπερ ποτέ, ἐν τιμῇ
τὸν ἄνδρα ἔσεσθαι. πιστεύω γὰρ αὐτὸς οὐκ ἐν φαύλῳ παρὰ
σοὶ κεῖσθαι. τοῖς μὲν γὰρ οὐκ ἀγαθοῖς ἄρχουσι βραχὺς τῶν
λέγειν ἐπισταμένων λόγος, βούλοιντο γὰρ ἂν τὰ αὑτῶν σιγᾶ-

σθαι, τοῖς δὲ γενναίοις ὑμῖν λόγων δεῖ καὶ μάλιστα δεῖ, οἷς
τὰ καλὰ τῶν ἔργων ἅπας ὁ χρόνος εἴσεται.

Related Letters