Letter 299: I need nothing from you but your letters.

LibaniusDemetrius|c. 342 AD|Libanius
education books

Ἀνατολίῳ. (361?)

Οὐ δεήσομαί σου Μάγνον εὖ ποιεῖν, τοῦτο μὲν γὰρ
ἐψήφισται πάλαι καὶ σοὶ καὶ πᾶσι τοῖς σοῖς, ἀλλὰ μὴ χαλε-
πῶς ἔχειν, ὅτι ὑμῖν βραδέως ἥκει. τά τε γὰρ ἄλλα δυσκόλου
πεπείραται τῆς Τύχης καὶ νῦν αὐτῷ τὸ κέρδος ἀνέβαλε δι
ἀρρωστίας τινός.

ἀλλὰ σύ γε αὐτῷ διαλλάξεις τὴν θεόν,
καἰ τις ὄψεται χρυσίον ἐν ταῖς Μάγνου χερσὶν ἀπὸ λόγων
προσιόν, ὃ τοῖς εὖ φρονοῦσι τοῦ πλουτῆσαι δι’ ὀνείρατος
ἥδιον.

Related Letters