Letter 315: Dionysius, who urged me to write to you, first convinced me that you speak of me with praise -- and he convinced me...
Κυρίλλῳ. (357)
Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπει-
θεν, ὅτι μου μετ’ εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳ-
δίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγα-
θὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον
ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν.
ἦν οὖν ἀκόλουθον τῷ γράψαι
θαρρῆσαι τὸ μηδ’ ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς
χάριτος πάλαι παρ’ ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἕνα δὲ
ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ.
Προκόπιος
εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν
τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λό-
γων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ
μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων
ἕτερα τοσαῦτα.
τὰ μὲν οὖν ἐκ Κιλικίας, ὡς ἔφη, μέχρι τῶν
γραμμάτων ἔμεινε, θάτερα δὲ εἰς ἔργον ἐχώρησε. καὶ ἦν τούτῳ
μὲν τρέφεσθαι, Προκοπίῳ δὲ εὐδοκιμεῖν. ἀλλὰ νῦν καὶ τού-
των ἀποστερεῖται τοῦ διδόντος ἀεὶ μηκέτι διδόντος φάσκοντος
κεκωλύσθαι γράμμασιν, οὐ Προκοπίου, τοῦτο γὰρ οὐκ ἐτόλ-
μησε ψεύσασθαι, τῶν δὲ ἐπιτρόπων τινός.
ἀλλὰ σὺ πεῖσον
τοὺς ἐπιτρόπους μὴ οὕτω τὸν δεσπότην φιλεῖν ὥστ’ ὀλίγη
προσθήκῃ πυρῶν δόξαν αὐτῷ διαφθείρειν μεγάλην. εἰ μὲν
γὰρ ἢ πονηρὸς γέγονε περὶ ὑμᾶς Διονύσιος ἢ πλούσιος, ἔχει
λόγον στῆναι τὴν φορὰν ἢ τῆς χρείας λελυμένης ἢ τῆς γνώ-
μης οὐκ οὔσης εὖ παθεῖν ἀξίας· εἰ δ’ ἐπὶ τῆς αὐτῆς ὢν ἐν-
δείας καὶ ἐν τοῖς αὐτοῖς ἐστι τρόποις, ὑμῖν δὲ ἐξ οὐρίων τὰ
πράγματα χωρεῖ, καὶ χωροίη γε, μὴ καταλύσητε τὴν ἐπικου-
ρίαν.
οὗτος μὲν γὰρ τῶν προτέρων εἰδὼ.ς χάριν τῶν νῦν
αἰτιάσεται τὴν Τύχην, ἔσται δέ τις ὁ μεμφόμενος ἴσως, εἰ ἃ
καλῶς ἔγνωτε, ταῦτα οὐκ ἐφυλάξατε, καὶ φαῦλα ζητοῦντες
ἀποστήσεσθε μειζόνων.
καὶ μὴν εἰ μὲν ὑμῶν ταῦτα, ποῦ
καλόν; οὐ γὰρ τῆς γε ὑμετέρας οἰκίας ἡ μεταβολή· εἰ δὲ
Προκόπιος μὲν <ὁ> α αὐτός ἐστι, δοῦλος δέ τις κινεῖ
μαθέτω μὴ παραβαίνειν δεσπότου νόμους.
Related Letters
Zenobius asks you through me for help on behalf of his father.
We know how well you treated Alexander -- for the man who benefited did not hide it.
Eunomus here is a man of good birth, eloquent speech, and practiced decency.
(For 347.) Coss. Rufinus, Eusebius; Præf.
How pleasant your company is — your deeds, performed with justice, there for all to see, and Julianus narrating his...