Letter 317: To Κληματίῳ. (357)
Κληματίῳ. (357)
Πρὸς Δυνάμιον ἤρξατο μὲν Ἀθήνησί μοι φιλία, προσυή-
κην δὲ ἔλαβε νῦν, ἐπειδή σε ἥκων ἐπῄνει. γράμματα δὲ ᾔτει
παρ’ ἐμοῦ πρὸς σέ, ἔδωκα δ’ ἂν γαῖ μὴ αἰτοῦντι, σοὶ μὲν
ὅπως χαρισαίμην, τὸν δ’ ὅπως ἂν ἥδιον ὁρῴης.
ἔστι δὲ
καὶ Εὐσεβίῳ βουλομένῳ τὸν ἄνδρα τυχεῖν εὐνοίας, τοῦ δὲ
Εὐσεβίου λόγον εὖ ποιῶν ὅσονπερ ἐμοῦ ποιῇ. ἀμφοτέροις οὖν
χάριν δὸς καὶ τόν γε Δυνάμιον ἀμειβόμενος τῶν ἐπαίνων
ἡμερώτερος φάνηθι τῷ κοσμοῦντι τὴν Πέτραν.
Related Letters
May you always send such reports about your health, for it would be fitting that a man of such good judgment should...
I write in haste because haste is necessary.
Save those long and elaborate defenses for those who want to bring charges.
Every possible pressure and strategy has been brought against Daphnus -- Clematius has done everything, Apodemius no...
I commend your war on thieves.