Letter 327: To the same person. (358)
Τῷ αὐτῶ. (358)
Ἐπανήκων ἡμῖν ὁ Σπεκτάτος ἀπὸ τῆς πρεσβείας πολ-
λοῖς ἔσοξεν εὐδαίμων εἶναι τοῖς μέν, ὅτι πολλὴν εἶδε γῆν καὶ
ὄρη καὶ ποταμούς, τοῖς δ’, ὅτι τὴν Περσῶν δίαιταν καὶ ἔθη
καὶ νόμους ἐν οἷς ζῶσιν. οἱ δὲ τὴν αὐτοῦ τοῦ δυναστεύοντος
θέαν καὶ τῶν λίθων οἷς ἐκεκόσμητο μέγα ἦγον, τοῖς δὲ σε-
μνὸν ἐδόκει τὸ δόντα δῶρα λαβόντα ἀπελθεῖν.
ἐμοὶ δὲ καὶ
ταῦτα μὲν ἔχειν τινὰ χάριν ἐφαίνετο, κάλλιστον δὲ τὸ δείξαντα
ῥήτορος δύναμιν ἐν Σούσοις ἐπανελθεῖν. καίτοι γε ᾤυην
αὐτὸν ἀποβεβληκέναι τουτὶ τὸ σθένος πολὺν ἤδη χρόνον ἀπὸ
τῶν βιβλίων μετενηνεγμένον ἄλλοσε, τῷ δ’ ἄρα ἐνέμενεν
ἐπὶ τοῦ ἤθους ἡ δεινότης.
ὡς γὰρ ἐχρημάτιζεν ὁ Πἐρ-
σης καὶ ὁ λόγος ἦν περὶ τῶν διαφορῶν καὶ πολὺς ἐνέκειτο
τοὺς παππῴους ἀπαιτῶν ὅρους καὶ πολλάκις ἐρωτῶν, εἰ μὴ
δίκαιον εἰς τοὺς παῖδας τὰ τῶν προγόνων καταβαίνειν, τὰ
μὲν παρὰ τῶν ἄλλων ἐνταῦθα παλαίσματα Σπεκτάτος ἀπαγ-
γελεῖ, τοῦ γέλωτος ἤν οἷός τε γένηται κρατεῖν· οἷς δὲ οὗτος
ἐχρήσατο, πάνυ γενναῖα καὶ διασείοντά γε τοὺς εὐπροσώπους
τοῦ Πέρσου
ἔφη γάρ· εἱ μέν, ὦ βασιλεῦ, Κων-
στάντιός σου τῆς γῆς ἀποτέμνεται, τῶν ὅπλων ἔχου,
μέχρις ἂν ἐκεῖνος τοῦ πλεονεκτεῖν· εἰ δ’ οἷς μὲν
ἐγκαλεῖς πάλαι τεθνᾶσιν, ὁ δὲ μεθ’ ὧν εἰσῆλθεν
εἰς τὸν πόλεμον, ταῦτα ἔχωνκαταθέ σθαι τὸν πόλε-
μον ἐθέλει, σκόπει μὴ πλεονεξίαν ἐγκαλῶν αὐτὸς
τοῦτο ποιῶν ἐλεγχθῇς.
ἐπὶ τοιούτοις ἐνέδυ, φασί, τὴν
λεοντῆν, ὥστ’ ἐκεῖνον βλέποντα μὲν εἰς τὴν ἡλικίαν, ἐξετά-
ζοντα δὲ τὸν λόγον οὐκ ὀλιγάκις σεῖσαι τὴν κεφολήν. κοὶ
διὰ τὸν σὸν ἐρώμενον ὁ συκοφαντῶν ἡμῖν τὸν βασιλέα σεσί-
γηκεν. 6, ἄλλῳ μὲν οὖν συνεῖπε λαμπρῶς, αὐτὸς δ’ ὑπὲρ αὑ-
τοῦ τί ποτ’ ἂν καὶ λέγοι προθυμότερον ὡς σὲ παρ’ ἡμῶν τρέ-
χων ἢ παρ’ ἡμᾶς ἐκ τῆς Πέρσιδος;
Related Letters
You wrote what a father naturally would, but your letter has not made me any better.
I write on behalf of a family that has fallen into legal difficulties through no real fault of their own.
From Letter 22
This old man Heraclius has suffered many wrongs -- not on account of your administration (the Phocian War came...
First Letter to Orsisius