Letter 344: Since you say you take the greatest pleasure in being rebuked, and I have a passion for praising good men, I shall...
Ἀνατολίῳ. (358)
Επειδὴ σὺ μὲν φῄς ὡς ἥδιστα ἐπιτιμᾶσθαι, τοῦ δὲ
ἐπαινεῖν τοὺς ἀγαθοὺς ἔρως ἐμοί, καὶ σοὶ καὶ ἐμαυτῷ χα-
ριοῦμαι τὰ μὲν ἐπαινῶν, τὰ δὲ ἐγκαλῶν.
δώσει δὲ ἀμφοῖν
ἀφορμὴν ἃ περὶ Τουσκιανὸν πέπρακταί σοι. ὡς γὰρ ἁψάμε-
νος τῆς ἀρχῆς ἐκάλεις τὸν ἄνδρα καὶ πάρεδρον ἐποιοῦ,
διέθει τὰς πόλεις ὁ λόγος τοῦ ἔργου καὶ τόπος οὐδεὶς ἦν ὃς
οὐ τοῦτο εἶχεν, ὅτι νῦν δικαία πενία κομίζεται τοὺς
μιδθούς. ὀ δεῖνα τὸν δεῖνα κέκληκεν εἰς Παιονίαν
ἀπὸ Φρυγίας, ὅτι καιρὸν εἰς πλοῦτον πάλαι λαβὼν
ἀπῆλθεν ἔχων ἔπαινον ἀντὶ χρημάτων.
ὠς δὲ ἐν
θαυμάζουσιν οὐ τοῦτο ἐποίουν μόνος, οἱ δὲ ἐζήτουν ἀνθ’
ὅτου, τοὺς γενναίους ἔφην ἐπειδὰν εὕρω τι γενναῖον
δρῶντας, οἷον ἣ τὸν Θέτιδος υἱὸν ἣ τὴν Ἀθηναίων
πόλιν, ἃ προσεδόκων ὁρῶν οὐκ ἀνίσταμαι πρὸς
βοήν, ἐπεί τοι καὶ πρὸ τῆς κλήσεως, εἴ τις ὃν καλέσεις
ἤρετό με, τοῦτον ἂν ὃν κέκληκας εἶπον.
ἔμελλες γὰρ δή-
που ζητήσειν ἀγχίνουν, ῥητορικόν, εἰδότα πονεῖν, εἰδότα φι-
λεῖν, εἰδότα λέγειν, ἐπιστάμενον σιγᾶν, πάλαι δὴ πεπαιδευ-
μένον πενία συνοικεῖν. ταῦτα δὲ ἡμῖν ὁ Τουσκιανὸς οὗτος,
ὃς ἧκεν ἡμῖν σοῦ πέμποντος. ἤδη γὰρ εἴσεισιν ὧν ἐρᾷς. ταῦτα
δέ ἐστιν ἐγκλήματα.
ὡς δ’ οὖν ἧκε καὶ διηγήσατο τῆς ἀρ-
χῆς τοὺς νόμους, ἥσθην μὲν ἄνδρα φίλον ἰδών, ἐφ’ ᾧ δὲ
ἦχοι μαθεῖν ἐθέλων ἤκουον. ἆρ᾿ ἂν ἀνάσχοιο τιμωμένης τῆς
Ἀληθείας; οὐδὲν ἱερόν φασι.
καίτοι Τουσκιανὸς ἐσέμνυνε
τοῦ πράγματος τὴν φύσιν, εμοὶ δὲ ἐδόκει τῆς Τουσκιανοῦ
φύσεως οὐκ ἄξιον εἶναι τὸ πρᾶγμα. καὶ μαχόμενον ἐξήλεγχον.
τοὺ χειμῶνος δὲ μεσοῦντος δέλτος ἧκε φέρουσα αὐτῷ πλείω
τροφήν, εἰ δὲ βούλει, καὶ αξίωσιν, καλὰ μέν, ἀλλ’ ἔτι τῆς σῆς
δυνάμεως καὶ τῆς ἐμῆς ἐπιθυμίας ἐλάττω.
Τουσκιανῷ μὲν
γὰρ οὐδὲν ὅ τι τούτων οὐ μέγα, δεῖ δὲ καὶ κατ’ αὐτό γε
τοῦτο πρός τι μέγα τὸν ἄνδρα προβῆναι, διότι πᾶν αὐτῷ τὸ
παρὰ σοῦ μέγα. νῦν μὲν γὰρ κἂν σκῶμμα δέξαιτο τρεφόμε-
νος ἐκ βασιλέως ἐν ἀργίᾳ, πάντως δὲ οὐκ ἀγνοεῖς, ὅ τι τοὺς
τοιούτοις καλοῦμεν· εἰ δ’ ὧν ἄξιός ἐστι τύχοι, σχῆμα πρόσεισι
τῇ τροφῇ.
ἐργαζέσθω οὖν, ὦ ’γαθέ, καὶ ὅπως γε μὴ τὸ
ἔργον χεῖρον ἔσται τῆς ἀργίας. σὺ δ’ εἰ μὲν οὐκ ἔγνωκας αὐ-
τὸν οἱ δεῖ προσάγειν, ἀδικεῖς ἀνὴρ οὕτω συζῶν τῇ δίκη· εἰ δὲ
οἴει δεῖν ἅ φαμεν ποιεῖν, μὴ μέλλε πειθόμενος Αἰσχύλῳ καὶ
ἔτι πρότερον Ἡσιόδῳ.
καὶ μὴν οὐδ’ ἐκεῖνό γε παρήσω·
τὸν ἄνδρα ἰδὼν μιᾷ χλαμύδι Ἄι πρὸς ψῦχος μαχόμενον καὶ
πρὸς ὄμβρον ἀγωνιζόμενον καὶ πρὸς πηλὸν παραταττόμενον,
ἠρώτων εἰ καὶ τοῖς παιδίοις ἀνθ’ ἱματίων ἡ δόξα τοῦ πα-
τρὸς εἴη.
τοῦ δ’ ἐρυθριάσαντος καὶ σὺν γέλωτι μεμνημέ-
νοῦ Λυσάνδρου τινὸς καὶ Διονυσίου, τοῦ μὲν δόντος, τοῦ δὲ
οὐ λαβόντος ἔφην αὐτὸν οὐκ εἰδέναι χαλεπὸν αὑτῷ παρασκευ-
άζοντα τὸ γῆρας
ἐκεῖνον μὲν οὖν ἀφίημι, σοὶ δὲ παραινῶ
ποιῆσαι Τουσκιανῷ τὰ πράγματα βελτίω. πρέποι γὰρ ἂν τῷ
μὲν στέργειν τὴν πενίαν, ἔστι δὲ ῥᾷστον τοῖς ὑπάρχοις ὑμῖν
τὴν τοῦ Δῖός μιμήσασθαι νεφέλην, ἀφ’ ἧς ἐκεῖνος ὗσε Ῥο-
δίοις χρυσόν.
καὶ δὴ καὶ ὑμῶν βουλομένων γένοιτ’ ἂν
εὐπορία καθαρεύουσα ψόγου. τοῦτο δὲ ἤδη πραττέσθω πρὶν
ἀρχῆς τινος λαβέσθαι Τουσκιανόν, ὡς ἐν ἐκείνῳ γε λιμώττειν
ἐθελήσει.
Related Letters
I want my friends, whatever they say, to be seen as speaking the truth.
Herodianus has been granted a short leave by us, so that he may go and see the small piece of land he owns.
In my other letters I praised everyone for their eagerness on my behalf.
This Hilarinos is a Greek from Euboea — not inexperienced in legal matters.
Spectatus — who loves you above all others (whether he is right to do so I cannot say, but that he loves you...