Letter 390: You will plead your case before the worthy Apellion regarding the wrongs you say you have suffered — the noble...

LibaniusArabios|c. 351 AD|Libanius
friendship

Ἀραβίῳ. (355)

Παρὰ Ἀπελλίωνι τῷ χρηστῷ περὶ ὧν ἀδικεῖσθαι φῄς
ἀγωνιῇ, τοῦτον γὰρ ἀπέδειξέ σοι δικαστὴν ὁ γενναῖος Στρα-
τήγιος. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ διδοὺς ἡμῖν σεμνύ-
νεσθαι· οὕτω καλός τε κἀγαθὸς εἶναι βούλεται.

μαθὼν δὲ
παρ’ ἡμῶν, ὅστις εἴης πρὸς ἡμᾶς, ἐκέλευσε γράψαι, καὶ ὑπή-
κουσα ἄσμενος νομίζων ἔσεσθαι καὶ σοὶ καὶ τοῖς σοῖς κατα-

φυγὴν τὴν Ἀπελλίωνος γνώμην.

περὶ δὲ τῆς δίκης ὡδί
σε χρὴ φρονεῖν· εἰ μὲν ἀδικεῖς, οὐδεὶς οὕτως αἰδέσιμος τῷ
δικαστῇ, δι’. ὃν οὐ δώσεις δίκην· εἰ δὲ παρὰ σοὶ τοῦ δικαίου
τὸ μέρος, οὐδεὶς οὕτω σοι δυσμενὴς δυνατός, δι’ ὃν οὐ λήψῃ
δίκην.

Related Letters