Letter 407: Do you realize you are at war with yourself?

LibaniusJovianus|c. 352 AD|Libanius
barbarian invasionfriendship

Ἰοβιανῷ. (355)

Αρ᾿ αἰσθάνῃ σαυτῷ μαχόμενος καὶ τὸν αὐτὸν εὖ ποιῶν
τε ὁμοῦ καὶ κακῶς καὶ μισῶν οὐ μικρῶς ὃν πάνυ φάσκεις φι-
λεῖν; τὸ μὲν γὰρ πολλούς τε εἰδέναι τῶν ἡμετέρων λόγων καὶ
μνήμη τηρεῖν καὶ λέγειν ἀπὸ στόματος καὶ ἐπεισάγειν παντὶ
συλλόγῳ καὶ βουλομένοις δεικνύειν καὶ μὴ βουλομένοις ἐνο-
χλεῖν, ταυτὶ μὲν ἴσως φιλοῦντος, τὸ δὲ ἴσως εἴρηταί μοι διὰ
τὸ τὰ μὴ καλὰ ποιήματα κέρδος εἶναι τοῖς ποιηταῖς, εἰ κρύ-
πτοιτο, ἀλλ’ ὅμως ἴστω τοῦτο φιλοῦντος· ὅταν δέ με ἐκ-
βάλλης τῆς πατρίδος, ἣν πολλοῖς ἀπείληφα πόνοις, καὶ περι-

τρέχῃς, ὅπως ἐγὼ πάθοιμι, καὶ τοῖς ἀφεικόσιν ἐγκαλῇς ὡς
ἐξηπατημένοις καὶ λύῃς τὴν χάριν καὶ τὸ σαυτοῦ θεραπεύῃς
ἡδὺ καὶ τοὐμὸν διαφθείρῃς συμφέρον, ταῦτα δὲ οὐ δέχεται
τὸ τοῦ φιλοῦντος πρόσρημα.

καὶ δέδοικα δὴ μή σοι δια-
βάλλῃ τὸν τρόπον, καίτοι Κλημάτιος ἐν ἐπαίνῳ τῷ περὶ σοῦ
ταύτην ἀπήγγειλε τὴν σπουδήν, κατήγορος δὲ ὢν οὐκ ἡπί-
στατο.

δεικνύντος δέ μου ὅτι τὰ ἀδικήματα θαυμάζοι,
κάλει φησίν, ὅ τι ταῦτα ἐθέλεις· ὡς ἡμῖν γε ἀρέσκει
καὶ πεπράξεται. καὶ έμοὶ τοίνυν ἔφην ἐξέστω μὴ νο-
μίξειν ἡμᾶς φίλους μηδὲ εἰς ταὐτὸω ἰέναι. ταῦτα ἀκού-
σὰς ἔφη λήξειν.

παῦσαι δὴ καὶ σὺ τῆς φιλονεικίας καὶ
φρόνησον Ἑλληνικόν τι. πρέποι δ’ ἂν ἥκοντος Ὀλυμπίου τοῦ
φέροντος ὑμῖν ἐπὶ τῆς ψυχῆς πάντα τὰ Ἑλλήνων καλά.

Related Letters