Letter 431: I have long considered you a good man, based on Themistocles's friendship with you -- that man would never have...

LibaniusBarbatio, military commander|c. 355 AD|Libanius
barbarian invasionfriendship

Βαρβατίωνι. (355)

Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ήγούμην ἀπὸ τῆς
Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν
φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι
γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον
ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας
οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις.

Γεσσίου δέ σοι φοι-
τῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς
τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὔτι ἀδικεῖν οἶμαι
ἄλλως τε καὶ Ματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ
μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς
ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς
ἀλλήλους ἁρμονίαν.

τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστη-
σας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέω)
τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλ-
πίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προïὼν

οὐδὲν δεήσῃ τροπαίων, οὐδὲ γὰρ μάχης.

ἡμᾶς δὲ οὒς δεῖ
κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρ’ αὐτῶν τῶν ποιούντων ἃ
ποιοῦσιν ἀκούειν καλόν.

Related Letters