Letter 454: I asked the noble Eusebius whether he counted you among his friends.
Ἀρισταινέτῳ. (355/56)
Ἠρόμην τὸν γενναῖον Εὐσέβιον, εἴ σε τιθείη τῶν φίλων.
ὁ δὲ καὶ πάνυ φησὶ μέγα βοῶν. ἡ βοὴ δὲ ἦν δηλοῦντος
ὡς ἐν κέρδει ποιοῖτο τὴν φιλίαν.
σὺ τοίνυν ἀφείς ποτε
τὸ τὴν γυναῖκα θρηνεῖν συνεῖναι τῷ γνωρίμῳ. δεῖ δέ σε παρ-
αινεῖν μὲν οὐδὲν εἰς τὴν ἀρχήν, ἤσκηται γὰρ ἄρχειν καὶ μά-
λιστά γε ὧν ἴσμεν, ἐμπειρίᾳ δὲ λόγων εἰς σωτηρίαν πόλεων
κέχρηται· σὺ δ’ ὅπως τὰς ὁδοὺς αἷς ὀρθοῖ τὰς πόλεις ὁρῶν
ἐπαινέσῃς καὶ ποιήσῃς ἅπασαν Βιθυνίαν ἔνα χορὸν ᾀδόντων
ἃ πεπόνθασιν.
Related Letters
I could have refuted you for writing that way -- not for complaining about the frequency of my letters, but for...
Themistius drove our city mad with love for wisdom.
Rufinus enjoyed something pleasant while he was with us -- he heard me speak.
[To Aristainetus]
Everything would have come easily to Gymnasius even if he had stayed here with us.