Letter 465: The "reputation" you mention — I believe it is Traianus, for he is the one who convinced himself that I amount to...

LibaniusElia|c. 358 AD|Libanius
friendship

Ἠλίᾳ. (355/56)

Ἣν μὲν κ.αλεῖς φήμην, Τραϊανὸς εἶναί μοι δοκεῖ, ἐκεῖνος
γάρ ἐστιν ὁ πείσας τε αὑτὸν ὡς εἴην ἐγώ τι, καὶ πολλοὺς
ἕλκων εἰς κοινωνίαν τῆς δόξης, χάρις δέ σοι τοῦ μὴ ποιήσα-
σθαι πρόφασιν εἰς τὸ μὴ γράψαι τὸ μὴ λαβεῖν τὴν ἐπιστολήν,
ἀλλὰ χωρὶς θεῖναι τό τε ἐμὸν καὶ τὴν τῶν οἰκετῶν κακίαν.

εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην,
ἁρπασθεὶς ἂν ἦσθα παρ’ ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοις μὲν μὴ
φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι.

τὸν νε-
φρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας·
ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.

Related Letters