Letter 476: You write such things to a second Tantalus — for I too thirst for your springs, and the springs are near, yet you...
Δημητρίῳ. (356)
Πρὸς ἕτερον Τάνταλον τὰ τοιαῦτα ἐπιστέλλεις, ἐπεὶ καὶ
αὐτῷ μοι πόθος μὲν τῶν σῶν πηγῶν, πλησίον δὲ αἱ πηγαί,
πιεῖν δὲ οὐ δίδως, καίτοι τῶν ἡμετέρων αὐτὸς ἀξιοῖς λαμβά-
νεῖν. καὶ διδοίης ἂν εἰκότως τῶν σαυτοῦ· φιλοῦντι γὰρ πέμ-
ψεις, ὃς ἐθέλεις λαμβάνειν.
ὁ δ’ ἀνὴρ ἐκεῖνος, ὃν φὴς ἀνα-
γνῶναι βιβλίον σου δεδωκότος, εἰ μετ’ εὐνοίας τοῦτο ἔδρα
θαυμαστὸν οὐδέν· ἃ γὰρ ἔγνω πάλαι, ταῦτα ἐτήρει. πάλαι γὰρ
ἡμᾶς ἀντὶ τοῦ βασανίζειν ἐπῄνει καίτοι δεινὸς μὲν ὢν εἰπεῖν,
ἀμείνων δὲ δοκιμάζειν. ἀλλ’ ὅμως ἐπειδὰν ἅψηταί του τῶν
ἐμῶν, εὐθὺς ὁ γενναῖος κριτὴς λευκὴ στάθμη γίωεται.
τοῦτο
δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ
Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην
ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτε-
ρον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν
ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος.
ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ
νομίσαι με μὴ φαῦλον, οὐκέτ’ ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με
δεξιόν, ὥσθ’ ὅσα συνηγωνίζετο τῷ λόγῳ καἰ τόνῳ φωνῆς καὶ
χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις
ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ
οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες κατγελῶντα.
ἀλλ’ οὗτος
μέν, εἴτε δίκαιον εἴτε μή, μή με ἐπαινῶν παύσαιτο· σὺ δὲ τὸν
μὲν ἀναιδῆ τοῦτον καθελὼν καὶ διδάξας ὡς ἄρα οὐ χρὴ πρὸς
χαλινοὺς ἀντιτείνειν, εὖ ποιεῖς· τοὺς μέντοι Μεγαρεῖς εἰς ἴσον
ἄγων τοῖς παρ’ ὑμῖν οὐ καλῶς ποιεῖς· οἱ μέν γε οὐκ ἐκάλουν
ὡς αὑτοὺς τὸν φαρμακόν, τὰ δὲ τῶν παρ’ ὑμῖν οἶσθα.
Related Letters
This is what good neighbors do — they help those living nearby in times of misfortune.
Second attempts are better, they say — or, if you prefer, luckier.
The moment I received your letter, in which you asked for the restoration of the old honors, I ran to the excellent...
The emperor is no worse than his predecessor — I would say better, if one values complete virtue over reckless daring.
That man who sold portions of the farmland — when we wished to buy, he claimed he was selling Thessaly and Boeotia,...