Letter 492: We grieved as never before and rejoiced as never before — grieved because your wife was ill, a woman who surpasses...
Στρατηγίῳ. (356)
Ἠλγήσαμέν τε ὡς οὔπω πρότερον καὶ ἥσθημεν ὡς οὐκ
ἄλλοτε τὸ μέν, ὅτι σοι ἔκαμνεν ἡ γυνὴ, γυνὴ τὰς ὑμνουμέ-
20 νᾶς ἀρετῇ νικῶσα, τὴν δὲ εὐθυμίαν ἐποίει τὸ τὴν νόσον εἴξαι
τοῖς ἰατροῖς. εὖ δὲ ἴσθι, καὶ μὴ παρόντων ἰατρῶν ἐσώζετ’ ἂν
ὀφειλόντων σοι τῶν θεῶν χάριν ἀντὶ τῆς περὶ πάντα δικαιο-
σύνης.
ἡ πόλις δὲ ἡμῖν ἐν χορείαις τὸ νῦν καὶ πρόφασις
μὲν οἱ γάμοι, τὸ δὲ ἀληθές, ὑπὸ τοῦ πεπαῦσθαι τὸν φόβον
εἰς τοῦτο κεκίνηνται. εἰ δέ, ὃ μάλιστα ποθοῦμεν, προσθείης
καὶ φανείης ἄγων μετὰ τῆς μητρὸς τὰ παιδία, διπλῆν ἑορτὴν
ἐργάσῃ.
καὶ οὐκ ἀγνοῶ μὲν ὅτι με παρόντα χρῆν τῶν τε
ἐλπίδων κεκοινωνηκέναι καὶ τῶν νῦν ἀπολαύειν καὶ ταῦτα
ἀντὶ τοῦ γράφειν ἀπὸ στόματος λέγειν· ἀλλ᾿, ὦ ἄριστε τῆς
μὲν παροιμίας ἀκούω στείχειν ἀξιούσης παρὰ τοὺς φίλους
τοὺς τηλοῦ φίλους· τὸ κακὸν δὲ ᾧ μοι τὸ σῶμα πιέζεται,
πείθεσθαι τῇ παροιμίᾳ κωλύει. μία γάρ μοι σωτηρία τὰ πολλὰ
διάγειν ἐπὶ τῆς εὐνῆς, κίνδυνος δὲ ἤδη καὶ τὸ ἀγοράζειν,
καὶ πολλάκις δεξάμενος προσβολὴν ἐλαυνόμενος ἀπῆλθον.
ἀλλ’ οἷς Μιν ὁρᾷς ὡς θέουσιν ἄλλοι τε πολλοὶ καὶ Κλη-
μάτιος, ᾧ πάντα γέγονάς τε καὶ ἔσῃ, ὃς τοσοῦτόν ἐστι παρ’
ἡμῖν, ὅσον ἐρέσθαι καὶ μαθεῖν , ὅπως ἔχοι σοι τὰ πράγματα.
γνοὺς δὲ ὡς ἄμεινον οὐδ’ αὐτὸς ἡγεῖται τοῖς αὑτοῦ πράττειν
ἔτι κακῶς.
καίτοι τῶν χειμῶνι κεχρημένων ἁνήρ, ἀλλ’
ὅμως ἐκ τῶν σῶν εἰς τὰ αὑτοῦ κουφίζεται· οὕτως ἅπασι κα-
ταφυγὴ μία Στρατηγίῳ τῷ χρηστῷ σῶν εἶναι τὸν οἶκον.
Related Letters
The priesthood is a sacred trust, not a career.
Even this counts as a great gift from you: that you remembered those who made a request, sought out the letter,...
Before I had cleanly recovered from the affliction in my head, a greater evil seized me — one that filled my soul...
May you always send such reports about your health, for it would be fitting that a man of such good judgment should...
All that mud, that bitter cold I endured at the time, and every hardship seemed light while I was looking at your...