Letter 498: Louppion announced that he is bringing me a letter from you — he has not delivered it yet, but will.

LibaniusAraxios|c. 361 AD|Libanius
friendship

Ἀραξίῳ. (356/57)

Λουππίων εἰπὼν ὅτι μοι φέρει γράμματα παρὰ σοῦ
δέδωκε μὲν οὔπω, δώσει δέ. νῦν μὲν οὖν ὡς ληψόμενοι χαί-
ρομεν, τότε δὲ αὐτῇ τῇ λήψει.

τὴν Τύχην δὲ οἶς περὶ σοῦ
βεβούλευται θαυμάσας τὸν σὸν οὐχ ἧττον τρόπον ἢ ’κείνην
ἔχω θαυμάσαι. ἡ μὲν γὰρ ἀεὶ τὰ σὰ πρὸς τὰ βελτίω κινεῖ,
σὺ δὲ τὰ πρὸς τοὺς φίλους ἐν βεβαίῳ τηρεῖς καὶ οὕς, ὅτε
οὔπω τοσοῦτος ἦσθα, τούτους ηὐξημένος ἀγαπᾷς. οἱ πολλοὶ
δὲ ἐν τῷ γενέσθαι μεγάλοι τοὺς πάλαι γνωρίμους ἀπορρίπτου-
σιν ὥσπερ τῶν ἱματίων τὰ σαπρά.

Γυμνάσιος δὲ μεθ
ἡμῶν σε ἐπαινέσας τῷ λόγῳ καὶ ἔργῳ τὸ θαυμάζειν δεικνύει.
ἔχων γάρ, εἴπερ ἐβούλετο, παρ’ ἡμῖν τὴν αὑτοῦ καρποῦσθαι
τέχνην, οἱ, δὴ γλῶτται νιφάδεσσιν ἐοικυῖαι χειμερίῃ-

σιν, ὑπὸ σοὶ μικρὰ κερδαίνειν ἢ τὸν Κινύραν ἑτέρωθι βού-
λοιτ’ ἂν παρελθεῖν.

καὶ νῦν αὐτὸν ὑμῖν ἐπανάγει μὲν καὶ
τὸ τὴν πόλιν ποθεῖν καλήν τε, νὴ τοὺς θεούς, καὶ μεγάλην
καὶ καθαρὰν πραγμάτων καὶ δακρύων, ὃ παρ᾿ ἑτέροις πολύ.
κέκληται δὲ ὑπὸ τῆς σῆς ἀρχῆς πλέον, ἐπεὶ τήν γε πόλιν αὐ-
τὴν ἤδη τις ἀφεὶς ἐν ἄλλωι ἀρχαῖς ᾤχετο ἀποδράς, ὥσπερ,
οἶμαι, τὰς Ἀθήνας ἐπὶ τῶν τριάκοντα. σημεῖον δὲ μέγιστον
ἀρχῆς ἐννόμου μὲν τὸ συρρεῖν ἐκεῖσε πολλούς, τῆς δὲ ἐναν-
τίας αἱ φυγαί.

μέγιστον οὖν ἐγκώμιον κατὰ σου Γυμνά-
σιος ἐκ Συρίας παρὰ Ἀράξιον τρέχων. ἐγὼ δὲ ταὐτὰ μὲν
ἐκείνῳ βούλομαι, δύναμαι δὲ οὐκ ἴσα τὰς γὰρ ἀνάγκας οἶσθα
τῶν ἐν τῶ διδάσκειν δεθέντων.

Related Letters