Letter 507: The noble Spectatus has captured me so completely, and so thoroughly persuaded me to devote all my attention to him,...

LibaniusAnatolius, Constantinopolitan|c. 362 AD|Libanius
friendship

Ἀνατολίῳ. (356/57)

Οὕτω με Σπεκτάτος ὁ γενναῖος ἀνηρτήσατο καὶ προσέ-
γειν ἔπεισεν αὑτῷ καὶ πάντα ἄγειν αὑτόν, ὥσθ’ ὅστις ἰδεῖν
με ἐθέλοι δύντος ἡλίου, παρὰ τοῦτον ἔτρεχε καὶ εἶχεν εὐθύς
καὶ γὰρ τὰ πάντων ἥδιστά μοι βιβλία πολλάκις τοῦδε ἐκρίθη
δεύτερα Ἄι εἱλκόμην εἰς τοῦτον ἀπ’ ἐκείνων τῶν παιδικῶν.

αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι
συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται , ἀλλ’ ὁ τρόπος
πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα
ἐξέμηνεν, ἐκεῖνό ἐστι.

θαυμάζει τῆς σῆς γνώμης τὸ μέγε-
θος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται
τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας
σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ
βοᾶν ὡς οὔτως ἔχοι τὰ σά.

ὁ δὲ καὶ μάντις ἤδη γίνεται
κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ
μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις
ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα
κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ.

ἀλλ’ εἰ καὶ βαρύ σοι τὸ
ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα
ἔσται τὸ ἔργον, ἀλλ’ ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον.

Related Letters