Letter 527: By writing you honor me, but by neither granting what I asked nor explaining why you did not, you cause me pain.

LibaniusFirminus|c. 364 AD|Libanius
friendship

Φιρμίνῳ (356)

Τῷ μὲν ἐπιστέλλειν τιμᾷς, ὧν δὲ ἐδεήθημεν τυχεῖν,
ταῦτα οὔτε ποιῶν οὔτε δηλῶν, δι’ ὅ τι μὴ ποιεῖν ἴδει, λυπεῖς.

ἐγὼ δὲ αὖ Πυθῶδε· πάλιν γάρ σοι περὶ Βοηθοῦ δια-
λέξομαι. ὁ δὲ Βοηθὸς οὗτος πόλεως μὲν Ἐλούσης, Ζηνοβίου
δὲ ἀνεψιός, ὂν τεθνεῶτα πλέον ἢ ζῶντα αἰδούμεθα. τοῦτον
εὑρὼν τῆς εἰρήνης φύλακα τὸν μὲν ἔπαυσας, ἑτέρῳ δὲ τὸ
πρᾶγμα ἐπέτρεψας.

καὶ οὐ μέμφομαι, χάριν δὲ ἐπαγγέλλω
τὸ τὸν Βοηθὸν πάλιν ἐν οἷς ἦν πρὸ τοῦ φανῆναι. εἰ δὲ ἐμοὶ
μὲν τοῦτο ἐν σπουδῇ, σοὶ δὲ οὐκ ἔργον, αἰσχύνη δὲ ἄπεστι
τῆς χάριτος, τί οὐ δίδως;

Related Letters