Letter 624: You know Maeonius the copyist.

LibaniusPriscianus|c. 373 AD|Libanius
friendship

Πρισκιανῷ. (361)

Οἶσθά που Μαιόνιον τὸν βιβλιογράφον. καὶ ὅτι μοι
βιβλιογράφων ἀμελεῖν οὐκ ἔνι, καὶ τοῦτο οἶσθα. τὸν δὴ φέ-
ροντα τὴν ἐπιστολὴν ἐγὼ μὲν οὐ γινώσκω, Μαιόνιος δὲ ποι-

εἷται περὶ πολλοῦ.

πονηρὸς δέ τις βλάψας ἄνθρωπος ἀπο-
δρὰς ᾤχετο, καὶ νῦν οὗτος ἀφῖκται τῶν δικαίων ἀξιῶν τυ-
χεῖν.

ὡς οὖν ἐν τῇ πρὸς τοῦτον σπουδῇ βοηθήσων τῷ
κάλλει τῶν βιβλίων δεῖξον ὀργὴν ἐπὶ τὸν ἠδικηκότα.

Related Letters