Letter 625: Spectatus has been a good man to us.

LibaniusItalikianos|c. 373 AD|Libanius
friendship

Ἰταλικιανῷ. (361)

Ὁ Σπεκτάτος ἀνὴρ ἀγαθὸς εἰς ἡμᾶς γίγνεται καὶ γράφει
πρὸς τὴν μητέρα τοιούτους μὲν ἐπαίνους, τοιαύτας δὲ παρα-
κλήσεις, ὥστ’ οὐδέν μοι πλέον ἀφῆκεν, ἀλλ’ οἷς αὐτὸς χρῶμαι
παρών, ταῦτ’ ἔπεμπεν ἐν ἐπιστολαῖς.

καὶ τὸ ἔτι κάλλιον,
οὐ γὰρ ἀμείνω μὲν ἐν ταῖς ὑπὸ τῶν σῶν κομιζομέναις ἔγρα-
φεν, οὐ τοιαῦτα δὲ ἐν ταῖς ὑπὸ τῶν αὑτοῦ, τοῦτο δὴ τὸ
τῶν ἐξαπατώντων, ἀλλ’ ἔστιν αὐτὸς διὰ πάσης ἐπιστολῆς.

καλῶς οὖν ἡμῖν οἰκονομεῖ τὸ πρᾶγμα. χαίρειν γὰρ ἀνάγκη
τὴν τήθην τοιαῦτα ἀκούουσαν χαίρουσαν δὲ καὶ ζεύξειν εἰ-
κός.

σὲ δὲ οἶμαι δεῖν ποιεῖν ἃ παρῄνουν ποιεῖν· ὡς οὐκ
ἔσθ’ ὅ τι ἂν εὑρεθείη βέλτιον εἰς τὴν παροῦσαν σπουδήν.

Related Letters