Letter 631: What outrages have been committed — not on the Danube near the Scythians, nor at the ends of Libya, but in...
Ἀνατολίῳ. (361)
Οἴα τετόλμηται οὐ περὶ τὸν Ἴστρον ἐγγὺς Σκυθῶν οὐδὲ
ἐν τοῖς ἐσχάτοις Λιβύης, ἀλλ’ ἐν Φοινίκη, τῷ πάντων ἡμε-
ρωτάτῳ χωρίῳ, νόμων ὄντων, ἀρχόντων ἐφεστηκότων, βασι-
λέως ζῶντος ἐν ὅπλοις, ὅπως ἅπαν ἀπείη βίαιον.
Λου-
κιανός τις, ἄνθρωπος ἐπὶ μικροῦ τινος σχήματος, χρήματα
εἰσπράττων γεωργούς τινας, ὥσπερ Διονύσιος ὤν, ὁ Σικελίας
δεσπότης, ἢ Γέλων ἐκεῖνος ὁ τὴν μεγάλην δύναμιν ἔχων, ἐκώ-
μασεν εἰς τὸν γάμον Εὐσταθίου τουτουί, πένητος μὲν καὶ
πένητι συνοικοῦντος, παρεμυθεῖτο δὲ αὐτὸν ἡ σωφροσύνη τῆς
γυναικός, ἣν ἀπολωλυίας αὐτῷ τῆς πόλεως, ἔστι δὲ Νικομη-
δεύς, ἄγεται, προῖκα δὲ εἰσέφερεν ἡ γυνὴ τὸν τρόπον.
ἀλλ’
ὁ μὲν Ἐλπιδίου κελεύοντος ᾤχετο ἄξων ἀνθρώπους ὡς ὑφέ-
ξοντας λόγον, Λουκιανὸς δὲ τὴν ἄνθρωπον ἰδὼν ἀδίκοις ὄμ-
μασι πλησίον οἰκοῦσαν προσπέμψαι μὲν καὶ μνησθῆναι πρὸς
αὐτὴν ἔρωτος οὐκ ἐτόλμησεν, ᾔδει γὰρ οὐ πείσων, τὴν θυγα-
τέρα δὲ ἐκέλευε χρῆσθαι τῇ γυναικί.
καὶ ἦσαν ἐν συνη-
θείᾳ καὶ πολλάκις ἦλθε παρ’ ἐκείνην ἡ τούτου θυγάτηρ εἰ-
δυῖα, ὅτου χάριν ταῦτα ἐπράττετο τοιαῦτα γὰρ ἐπαίδευε
τὴν θυγατέρα. καλεῖ δή ποτε καὶ ταύτην ἐκείνη παρ’ αὑτὴν
ἀξιοῦσα τῶν ἴσων τυχεῖν, ἡ δέ, ὧν γὰρ ἀφειστήκει τοῖς ἔρ-
γοις, οὐδὲ ὑποπτεύειν ἠξίου, καὶ ὑπήκουσε καὶ ἦν εἴσω θυ-
ρῶν, μᾶλλον δὲ ἐν δικτύῳ.
κατακλείσας γὰρ αὐτὴν ὁ ὑβρι-
στὴς ἐκεῖνος ἐν δωματίῳ καὶ φήσας δεῖν προσκυνεῖν τὴν Τύ-
χην, εἰ τὸν βίον ἐκ τῶν χειρῶν ποιουμένη συγκατακλίνοιτο
τῷ δοῦναι δυναμένῳ, ἐπειδὴ καλῶς εὕρισκεν ὡπλισμένην
τῇ σωφροσύνῃ καὶ οὔτε ὑπισχνούμενος ἔπειθεν οὔτε ἀπειλῶν
κατέπληττε, χεῖρας προσῆγε καὶ ἰσχύν. ἡ δὲ ἀπεωθεῖτο καὶ
ὁ τρόπος αὐτὴν ἐποίει μείζω τῆς φύσεως δεικνύειν.
ξίφος
ἐνταῦθα ἐγύμνωσε Λουκιανός, ὦ θεοί. ἡ δὲ τοῦτο ἐπῄνεσε
μόνον, εἰ ἀποθανεῖται πρὸ αἰσχροῦ τινος. ὡς δὲ ἔγνω καὶ
τῆς ψυχῆς ἀφισταμένην, οἰκέτας καλεῖ καὶ σχοινία κομίζειν
ἐκέλευεν, ἡ δὲ ἦν ἐπὶ κλίνης ἐν δεσμοῖς καὶ βοώσης ὑβρίζετο
τὸ σῶμα.
εἰ μὲν οὖν ταῦτα εἰργασμένος εἰς φρέαρ ἐνέβαλε
ἠδικημένην, ὥσπερ ἐν Λεύκτροις Λάκωνες ἃς ἐβιάσαντο,
πονηρὸς μὲν ἂν ἦν τῇ μοιχείᾳ, πειρώμενος δὲ ἀφανίζειν τὸ
πραχθὲν ἐδόκει ἂν φοβεῖσθαι τοὺς νόμους· νῦν δ’ ὥσπερ ἐν-
δεικνύμενος ὅτι, κἂν σύ, κἂν Μόδεστος, κἂν Ἐλπίδιος, κἂν
ἅπαντες γνῶσιν ἄνθρωποι τὸ ἀδίκημα, δέος οὐδέν, ἐκπέμπει
τὴν ἄνθρωπον καταγελῶν.
ἡ δὲ πρὸς τὸν ἄνδρα, καὶ γὰρ
εὐθὺς ἀφῖκτο κατὰ τύχην, ἐποῦσα τὸ πᾶν ἐδεῖτο αὑτὴν ἀπο-
κτεῖναι, μηδὲ γὰρ ἂν ἀτυχησάσῃ τὰ τοιαῦτα ζῆν ἔχειν καλῶς.
ὁ δὲ τὴν μὲν παρέδωκεν, οἳ φυλάξουσιν, ὅπως μὴ αὑτὴν
ἀποσφάξῃ δεῦρο δὲ ἥκων εἰδὼς ὅτι Νικομήδειαν καὶ οὖσαν
ἐφίλουν καὶ κειμένην δακρύω, ἐδεῖτό μου καὶ διδάξαι καὶ
παροξῦναι διὰ γραμμάτων Μόδεστον ὡς ἐκεῖ γραψόμενος τὸν
μοιχόν.
ἐγὼ δὲ αὐτὸν πέμπω παρὰ σὲ νομίσας τὸ μὲν
ἔχειν πολὺν πόνον, τὸ δὲ ἴσην τὴν ἀκρίβειαν ἄνευ πόνων.
ἀλλ’, ὦ σωφρονέστατε καὶ δικαιότατε καὶ γυναικὶ συνοικῶν
καὶ παῖδας γνησίους τρέφων, δεῖξον ὡς ἔστιν ὁ κωλύσων
ταῦτα τολμᾶσθαι.
Related Letters
You cannot avoid helping the Galatians, whom you once governed, wherever they turn, and I am bound by many reasons...
I want my friends, whatever they say, to be seen as speaking the truth.
This Hilarinos is a Greek from Euboea — not inexperienced in legal matters.
You know Marcellus, I expect — by his profession and, even before that, by his character, for he is no less a good...
What am I to do? You say you want complaints, but everything you do deserves praise.