Letter 634: Who could blame a man for fleeing fire?

LibaniusEusebios|c. 374 AD|Libanius
travel mobility

Εὐσεβίῳ. (361)

Τί ἄν τις αἰτιῷτο φεύγοντα πῦρ; πυρὸς γὰρ οὐδὲν ἡ
τῶν ἐνταῦθα διαφέρει φιλονεικία. εἴτε τῆς φύσεως ἐναγούσης
εἴτε τῶν πραγμάτων βιαζομένων οἴχεται μὲν αἰδώς, αἰσχύνεται
δὲ οὐδείς, δάκνουσι δὲ ἀλλήλους, φθόνον δὲ ἐμοὶ συνάγουσιν.

ὁ δὲ ἀδελφός μοι τῶν περὶ ταῦτα κακῶν οὐκ ἔστιν ἐλεύ-
θερος, ἀλλ’ οὔπω μὲν λειτουργεῖ, τὴν μνήμην δὲ οὐ διέφυγεν
ἐν τῷ περὶ τούτων λόγῳ.

δυσχεραίνω δὲ τὴν πόλιν, βλέπω
δὲ ἑτέρωσε καὶ ταῦτα γήρως γεγευμένος. τοιαῦτα τοῦ παρόντος
ἀπολαύομεν καιροῦ.

Related Letters