Letter 635: Herodianus has been granted a short leave by us, so that he may go and see the small piece of land he owns.

LibaniusAnatolios|c. 374 AD|Libanius
education booksproperty economics

Ἀνατολίῳ. (361)

Ἡρωδιανῷ δέδοται παρ’ ἡμῶν χρόνος βραχύς, ὅπως ἣν
ἔχει γῆν βραχεῖαν ἐλθὼν ἴδῃ. δεῖ δὲ αὐτῷ τῶν ἐν Φοινίκη
μικρῶν, ἐπειδὴ τὰ ἀπὸ τῆς τέχνης ἔτ’ ἐκείνων μικρότερα. τὸ
γὰρ οὓς οὐ προσῆκεν εἶναι μεγάλους ἐταπείνωσε τὰ τῶν εἰκό-
τως ἂν ὄντων μεγάλων.

γενέσθω δὴ τοῖς Φοίνιξιν αἴσθη-
σις ὅτι σοὶ καὶ τούτου καὶ τῶν τούτου μέλει. καὶ γὰρ ἀπὸ
τῶν μικρῶν γένοιτ’ ἂν ἴσως τι κέρδος, ὅταν εὔνοιαν ἄρχοντος

Related Letters