Letter 636: To the same. (361)

LibaniusTo the same person|c. 374 AD|Libanius
imperial politics

Τῷ αὐτῶ. (361)

Φλαβιανὸς οὑτοσὶ τὸ μὲν γένος ἐστὶ Βιθυνός,
δὲ ὅπως ἔχω πρὸς Βιθυνούς, μουσείων δὲ τῶν Ἀθήνησι
μετέσχε. τὸν νοῦν δὲ ὢν ὀξὺς χρηστός ἐστι τὸν τρόπον. μικρὰ
δέ μοι συγγενόμενος εἰς τοὺς φίλους ἐγγέγραπται· τοσοῦτον
ἴσχυσε τοῖς μικροῖς.

ἔρχεται δή σέ τε ὀψόμενος καὶ Φοι-
νίκην, τὴν μὲν εὖ πράττουσαν, σὲ δὲ ὑπὲρ αὐτῆς πονοῦντα.
πέμπε οὖν αὐτὸν αὗθις ὡς ἡμᾶς γνόντα σου καὶ τὴν ἡμε-
ρότητα καὶ τὴν δικαιότητα.

Related Letters