Letter 653: We remain the same in both our affection and our admiration.

LibaniusItalikianos|c. 376 AD|Libanius
education booksproperty economics

Ἰταλικιανῷ. (361)

Ἡμεῖς οἱ αὐτοὶ καὶ τῷ φιλεῖν καὶ τῷ θαυμάζειν, σὺ δὲ
ἔοικας — ἀλλ’ οὔπω γε ἐρῶ, καίτοι τῶν πραγμάτων καὶ δυσ-
χερέσrερόν τι βιαζομένων λέγειν, ἀλλ’ ὅμως ἀναβεβλήσθω τὸ
νῦν—τοῦ δ᾿ ἡμᾶς οὐχ ἑτέρους γεγονέναι σύμβολον ἔστω σοι τὸ
χάριτας, ὥσπερ ἔμπροσθεν, αἰτεῖν καὶ χάριτας, αἰ τὴν οὖσάν
σοι δόξαν καταστήσουσι μείζω.

Σευῆρος ὁ Λύκιος ὁ πονη-
ρὸς μέν, ὡς ἂν οἱ φθονοῦντες φαῖεν, γενναῖος δέ, ὡς οὑμὸς
λόγος ἀνδρὸς ἴσως οὐ φαυλοτέρου τῶν διαβάλλειν εἰωθότων,
οὗτος δὴ ὁ Σευῆρος, εἰ καὶ τὸν πρὶν ἠλαύνετο χρόνον, νῦν
γε εἰκότως ἂν ἐπ’ ἀδείας ἦν εἰς σὲ τῆς ἀρχῆς ἡκούσης, τοῦτο
δέ ἐστιν ἰσχυόντων τῶν νόμων.

νῦν δ’ οὕτω τὸ πρᾶγμα
ἀνέστραπται, ὥσθ’ ἧς ἀπέλαυεν ἀσφαλείας τῶν ἧττον ἀγαθῶν

ἀρχόντων, ταύτης ἐκπεσεῖν κινδυνεύει τοῦ δικαιοτάτου τἀκεῖ
διοικοῦντος.

καίτοι Σευήρου πάσχοντος κακῶς ἀδικεῖται
μὲν ἡ τῶν Ἀθηναίων πόλις, ἣ τοῦτον ἐξέθρεψεν, ἀδικεῖται
δὲ Μάξιμος, δι’ ὃν οὐκ ἐμαράνθη τὸ χρῆμα τῶν λόγων, ὃς
τοῦτον ἀνθ’ υἱέος ἑώρα.

κοινωνοῦμεν δὲ καὶ ἡμεῖς τῶν
κακῶν συμφοιτηταί τε ὄντες καὶ παρὰ πάντα τὸν χρόνον τὰ
τοῦδε θεραπεύσαντες οὐχ ἡμῖν οὔσης δυνάμεως, ἀλλ’ αἰδοῦς
παρὰ τοῖς δυνατοῖς. οὔτ᾿ οὖν λιπεῖν τὴν τάξιν ἦν μοι
αἰσχύνη τε, εἰ μεῖζον ἐλπίσας ἰσχύσειν, Μῆν σὺ κρατεῖς,
ἀσθενὴς φανείην.

ἐξαιροῦμαι δὲ ἄνθρωπον οὐ Μίδαν οὐδὲ
Ῥαμψίνιτον οὐδ’ ὃν τὸ πλῆθος τῶν γεωργιῶν οἴκοι δύναται
κατέχειν, ἀλλ’ ὃς πανταχοῦ μὲν εὑρήσει τὴν ἀναγκαίαν τρο-
φὴν, τιμῇ δὲ πατρῴων μνημάτων ἔτι τῆς Λυκίας έχεται.

Related Letters