Letter 655: "Now let Earth know this, and the broad sky above" — and I will add, if you like, the Styx and all the other gods —...

LibaniusPhourtounatianos|c. 376 AD|Libanius
travel mobility

Φουρτουνατιανῷ. (361)

ἴστω νῦν τόδε γαῖς καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
προστίθημι δέ, εἰ βούλει, καὶ Στύγα καὶ τοὺς ἄλλους θεούς,
ἡ μὴν τὴν ἐπιστολὴν ἐκείνην τοῦ προσήκοντος τετυχηκέναι
χρόνου καὶ μηδὲν πεπρᾶχθαι τέχνῃ.

σοὶ δὲ ἴσως οὐ καλῶς
ἴχνει φείδεσθαι τῶν οἰκετῶν κατὰ τῶν φίλων καὶ ὅπως ἐκεί-
νους ἐξέλοιο μέμψεως, τούτοις περιάπτειν αἰτίας.

ἀλλ’
ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν
ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμ-
βλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας
λέγοιμεν, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτι-

μᾶν τῇ γλώττῃ, ὅτι ἐξελάλησεν ὅπερ τ᾿ ἄρρητον ἄμεινον.
οἶμαι δὲ καὶ σὲ ταὐτὸν περιεστηκέναι, σιγὴν ἢ φόβον.

ὅπως
οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε δι’ ἀλ-
λήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.

Related Letters