Letter 656: When I heard that you turned your troubles into an occasion for philosophy, I nearly praised the man who wronged you.

LibaniusSarpedon|c. 376 AD|Libanius
education books

Σαρπηδόνι. (361)

Ἀκούσας ὅτι οἷς ἠνιάθης ἀφορμῇ πρὸς φιλοσοφίαν
ἐχρήσω, μικροῦ τὸν λυπήσαντα ἐπῄνεσα· ὡς δὲ εἶδον τὴν
ἀρίστην Μαριανὴν καὶ πεῖραν τῆς γνώμης ἔλαβον, ἐθαύμασα
ὡς οὐ πάλαι τὴν μετάστασιν ἐποιήσω τοιαύτη γυναικὶ συν-
οικῶν. ἀλλ’ εἵμαρτο, ὡς ἔοικε, βραδέως ἐν εὐδαιμονίᾳ γε-
νέσθαι.

ἔχου δὴ τῆς παρούσης τάξεως ἐλπίζων μέν τι καὶ
μέγα δράσειν, καὶ τὸ μικρὸν δὲ ἐν τοῖς τοιούτοις ἡγούμενος
μέγα. ταῦτά σοι μισθὸς ἀντὶ τῆς σωτηρίας ἥν με ἔσωσας, ὅτε
ἐπὶ φαρμάκου πόσει πρὸς βαλανεῖον οὐκ ἐν ὥρᾳ θέων ὑπὸ
σοῦ διεκωλύθην.

Related Letters