Letter 671: I knew well that you would hold to the agreement about the parchment; and what you ask to be arranged for you—we...

LibaniusMarianes|c. 378 AD|Libanius
friendship

Μαριανῇ. (361)

Εὖ ᾔδειν ὅτι ταῖς συνθήκαις ἐμμένεις ταῖς περὶ τῆς
διφθέρας· ἃ δὲ γενέσθαι σοι κελεύεις ὅπως καὶ ἔσται ταχέως,
ἐπιμελησόμεθα· τὸ γὰρ ἀπότευγμα τοῦ μὴ ποιήσοντός ἐστιν

ἡ πόλις δὲ ἡμῖν καὶ ταῦτα ἀπὸ θαλάσσης ᾠκισμένη πολ-
λοῖς πλήττεται τοῖς κύμασι, κἂν ἔρῃ τι περὶ τῶν φίλων, πολ-
λοὶ μὲν οἱ φάσκοντες εἰδέναι, οἶδε δὲ οὐδείς. εὐχώμεθα δὴ
μετ’ εὐμενείας Ἀλέαι νδρᾳ παραστῆναι τὰς Εἰλειθυίας, ὅπου-
περ ἂν ὁ καιρὸς ἐπείγῃ.

Related Letters