Letter 703: We have given up asking every person who arrives from your region when you are coming back.

LibaniusPolychronius, official|c. 380 AD|Libanius
travel mobility

Πολυχρονίῳ. (362)

Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες,
πότε ἀφίζεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἴν’ ἡμᾶς
εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθ’ ἡμεῖς μὲν προσκείμεθα τοῖς
εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις,
ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ
κύματα τῆς ἠπείρου κρίνετε.

ἢν οὔ· ποτε ὑμᾶς ἐνταῦθα
λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει.

Related Letters