Letter 784: I count you among those now celebrating that the noble Modestus is recognized for who he truly is.

LibaniusUperechios|c. 388 AD|Libanius
friendshiptravel mobility

Ὑπερεχίῳ. (362/63)

Ἕνα σε τίθεμαι τῶν νῦν ἑορταζόντων ἐπὶ τῷ τὸν γε
ναῖον Μόδεστον ὅστις ἐστὶ καὶ νομίζεσθαι· πρότερόν τε γὰρ
αὐτοῦ τῆς δυνάμεως ἀπήλαυσας ἐγγραφεὶς εἰς οὕσπερ ἐβούλου
νῦν τε οἶμαί σε τοὺς ἐν τῇ βουλῇ βαρεῖς οὐ φοβήσεσθαι τού-
του τοὺς μὲν πείθοντος, τοὺς δὲ ἀναγκάζοντος τοῖς δικαίοις
ἐμμένειν.

ὥστ’ οὐκ ἂν θαυμάσαιμι εἰ καὶ κοινωνεῖν αὐτῷ
τῆς πορείας ἕλοιο καὶ καταστῆσαι σαυτὸν εἰς τὸ γνωρίζεσθαι

τοῖς ἐκεῖ. οὓς γὰρ ἂν ἐν ἄλλῳ καιρῷ θεραπεύειν εἶχες ἀνάγ-
κη τούτοις ἐξέσται σοι νῦν ἐλευθέρως ὁμιλῆσαι. πρᾶγμα
δὲ ἀπὸ καλῆς ἀρξάμενον τῆς ἀρχῆς εἴωθεν αὔξεσθαι ῥᾳδίως
καθάπερ τὰ τῶν δένδρων ἰσχυρῶς ἐρριζωμένα.

ὄντων δὲ
οὐδὲ τούτων μικρῶν ἔτι μείζω προσδόκα παρὰ τῆς Μοδέστου
καὶ φιλίας καὶ τύχης. ἐπιμελήσεται γὰρ τοῦ κοὶ σὲ μείζω γε-
νέσθαι τὰ μὲν αὑτὸν παρακαλῶν τὰ δὲ ὑπ’ ἐμοῦ κινούμενος.

δώσει δέ μοι καὶ τεθνεῶτι χάριν τῷ σοί τι χαρίζεσθαι ποῖ
λοῖς μὲν ἔργοις, πολλοῖς δὲ λόγοις, οὐκ ὀλίγοις δὲ ὅρκοις με-
μαθηκὼς ὅτι μοι τὰ σὰ τῶν ἐμῶν οὐ δεύτερα.

Related Letters