Letter 830: If Midas were alive today and ruled the Phrygians and possessed all the gold the legend claims — do you think I...
Ἀλεξάνδρῳ. (363)
Εἰ δὲ Μίδας ἦν νῦν καὶ ἦρχε Φρύγων καὶ ἦν τῷ Μίη
τούτῳ χρυσὸς ὅσον φησὶν ὁ μῦθος, ἆρ᾿ ἄν με δοκεῖς ἐκεῖνον
ἑλέσθαι μᾶλλον ἡ τὰς παρὰ σοῦ τιμὰς οὕτω μὲν οὔσας πολλάς,
οὕτω δὲ μείζους ἢ πλείους, ἡδονὴν δὲ τῷ τιμῶντι μᾶλλον ἡ
τῷ τιμωμένῳ φερούσας;
οἶσθα γὰρ ὡς ἐγὼ μὲν πολλάκις
ὤκνησα ἐπαγγεῖλαι χάριν ἐνθυμούμενος, ὁπόσας λάβοιμι σὺ
δὲ τῷ προσώπῳ μου τὸ τῆς ψυχῆς πάθος εὑρὼν ἐπετίμησας,
εἰ σε ἡγοίμην ἀπερεῖν ποτε χαριζόμενον ἐμοί.
καὶ τούτων
ὁ λόγος ἤδη πρὸς τὰ τῆς οἰκουμένης ἔσχατα ἐρρύηκε, καὶ
πάντες ᾄδουσιν ὡς οὔτ᾿ ἂν εἰς πατέρα παῖς οὔτ᾿ ἂν εἰς παῖδα
πατὴρ οὕτως ἐγένετο πρόθυμος.
φόβους μὲν δὴ καὶ κιν-
δύνους ὁπόσους δι’ ἐμοῦ τοῖς ἐμοῖς πολίταις ἔλυσας ἐνδειξά-
μενος ὡς, εἰ δι’ ἄλλου του δεήσονταί σου, ληροῦσι, καἰ ὡς εὶς
τοῦτο τὴν βουλὴν ἡμῖν κατέστησας ὥστε ταῖς αὐταῖς εὐφημί-
αις ἐμέ τε καὶ σὲ κοσμεῖν, μακρὸν ἂν εἴη λέγειν καὶ αὐλητοῦ
φασιν Ἀραβίου.
ἀλλ’ εἰδὼς ὅτι καὶ σοφιστὴν οὐδὲν ἂν
οὕτω λαμπρύνειεν ὡς εὶ πολλοῖς περιρρέοιτο φοιτηταῖς, οὐδὲν
ὅ τι οὐ κινεῖς, δι’ οὖ νομίζεις γυμνώσειν μὲν τοὺς ἑτέρωθι
καθημένους, δεῦρο δὲ ἄξειν τοὺς ἐν Συρίᾳ πάση διεσπαρμέ-
νους.
ἐγὼ δή σοι πῶς ἂν τοῦτο γένοιτο, ῥᾳδίως ὑποθή-
σομαι· τοὺς μὲν πολλοὺς ἴα κύκλους καὶ μήτε σοφιστὰς ψέγε
μήτε πατέρων κατηγόρει, τοὺς νεανίσκους δὲ τούτους, οὓς ἄρτι
τοῖς συνηγόροις ἐνέγραψας, ζήτει καὶ κάλει καὶ δείκνυε λέ-
γοντας.
μέγα γὰρ τοῖς τοιούτοις τὸ ποῦ δὲ ὁ δεῖνα; τὸν
δικαστὴν εἰπεῖν, καὶ τὰ μικρὰ ταῦτα ῥήατα πλῆθος ποιεῖ
τῶν καταφευγόντων ἐπὶ τὸν τούτων ὴξιωμένον. ὄτου δὲ οἱ
μαθηταὶ δοκοῦσι δύνασθαι βοηθεῖν, πάντες παρὰ τοῦτον θέ-
οὖσι τῇ τῆς δυνάμεως ἐπιθυμίᾳ
ἀκούομεν δὲ πολλοὺς ἄρ-
χοντας πολλοὺς τῶν οὐ· ἐνδόξωι ἐν δόξῃ καταστῇσαι σφίσιν
αὐτοῖς ὄνομα κτωμένους. καὶ νῦν τοὺς ἀγαθοὺς ῥήτορας δει-
κνύντες ἅμα λέγουσι· τοῦτον Ῥουφῖνος, τοῦτον Ἱμέριος,
ἐκεῖνον ἄλλος
ἂν γὰρ ὁ λέγειν ἐπιστάμενος ἀφορμῆς
ἀπορῇ λόγων. πῶς ὅτι λέγειν ἐπίσταται φανεῖται; ἀφορμαὶ ἀφορμαὶ
τοῖς μὶν πρεσβυτέροις παρὰ τοῦ χρόνου, τοῖς δ’ ἄρτι γεγευμέ-
νοῖς βήματος παρ’ ὑμῶν.
ταύτην ἐλθὲ τὴν ὁδόν, ὦ πάν-
τῶν ὑψηλότατε καὶ πλείους ὧν ἐπιθυμεῖς ὄφει περὶ τὸ σὸν
Ὀρφέα.
Related Letters
The courage required to speak truth to the powerful, Alexandros, is different from the courage required in battle —...
You should have had a better judgment when a friend was approaching, and you would now be among those enjoying the...
What does much experience, and experience of good do for men? It teaches kindness, and inclines them to those who entreat them. There is no such education in pity as the previous reception of goodness.
You honor the Lord well by offering us the firstfruits of your harvest and tithing the produce of your land to the...
You know — whether by reputation or firsthand — how long I've championed your achievements.