Letter 222: You will notice that my letters grow longer as your term in office continues.

LibaniusAndronicus, a general|c. 335 AD|Libanius
education books

Τοῖς Ἐλπιδίου παρέδροις. (360)

Ἀλλὰ φίλοι, πάρστητε. καὶ πολλὰς τοιαύτας παρακλή-
σεις εὑρίσκετε παρὰ τοῖς ποιηταῖς καὶ τοὺς ἀκούοντας ἐπιει-
κῶς ὑπακούοντας καὶ τὰ παρ’ αὑτῶν εἰσφέροντας.

παράστητε
δὴ καὶ ὑμεῖς καὶ χεῖρα ἄλλος ἄλλοθεν ὀρεγέτω πόρρω μὲν ἀν-
θρώπῳ κακίας, ἀτυχοῦντι δέ. σκοπεῖτε δὲ ὡς οὐκ ἂν ὑμῖν αὐ-
τοῖς, εἰ μὴ βοηθήσετε, συνησθείητε.

ναύτης ἂν ὑπό του
παίηται, ναύτας ὁρῶν ἑτέρους δεῖται βοηθεῖν λέγων ὡς καὶ

αὐτὸς εἴη τῶν πολλὰ δὴ πεπλευκότων. οἱ δὲ εὐθὺς θάλαττάν
τε καὶ τὰ θαλάττης ἐννοοῦντες οἱ μὲν ἐξείλοντο τὸν ἀδικού-
μενον καὶ τοῦτο αὐτοῖς ἀπέχρησεν, οἱ δὲ καὶ συνέκοψαν τὸν
ἀσελγαίνοντα ἐπιπεσόντες.

καὶ γεωργοὺς εἶδον ὅμοια ποι-
οῦντας ἐφ’ ὁμοίοις καὶ σκυτέας δὴ καὶ χαλκοτύπους. οἱ δὲ δὴ
στρατιῶται, Ἡράκλεις, πῦρ ἐπισχεῖν ῥᾷον ἢ τούτους ἐν τοιού-
τοις. τὸ δὲ συνοργίζεσθαι πεῖθον ἓν πανταχοῦ, τὸ ἐν τοῖς αὐ-
τοῖς βιοῦν.

καὶ νῦν δὴ ζῆτε μὲν ὑμεῖς ἐν λόγοις, ζῇ δὲ
Ἀκόντιος, καὶ προστάτης ὑμῶν αὐτὸς ὁ θεὸς Ἑρμῆς ὁ Δῖός.
ἐπέθετο δὴ τῷ ῥήτορι μοχθηρὸν καὶ κεντρότυπον ἀνθρώπιον.
τίς οὖν ἐμφράξει τούτῳ τὸ στόμα; τίς ἐκκόψει τὸ κέντρον;
ἐπὶ τίνας χρὴ συμμάχους καταφεύγειν ὑμᾶς ἀφέντα τοὺς εἰ-
κότως μὲν ἂν ἑλομένους ἀμύνειν, δύναμιν δὲ ἔχοντας τὴν ἀπὸ
τῶν Μουσῶν, ὑφ’ ὧν οὗπέρ ἐστε τέταχθε;

καὶ ταῦτα οὐκ
ἂν ἐπέστελλον, εἰ μὴ τόνδε μὲν ᾔδειν ἀγαθὸν εἶναι μελετῶντα,
τὸν δὲ γενναῖον Ἐλπίδιον οὐ τοὺς ἐν αἰτίαις μισοῦντα πάν-

τὰς, τῶν δὲ ἐν ταῖς αἰτίαις τοὺς ἀδικοῦντας.

φανεῖται δὲ
οὗτος ὑμῶν τὰ δίκαια ποιούντων οὐχ οἷον ὁ κατήγορος ἔφη-
σεν. ἀλλ’ οἷον ἡμεῖς ἴσμεν.

Related Letters