Letter 301: I have long admired how you handle the affairs entrusted to you, and this admiration only grows with each report I...
Πάππω. (361?)
Ἓν αἰτοῦντι δύο πέπομφας. τί τοῦτο; πότερον ὑπὸ τοῦ
παιδὸς ἐξηπατήθης, ὅτι δεοίμην δυοῖν, ἢ διδάξαι τὸν υἱὸν
ἐθέλων ὧν αἰτηθείη διδόναι πλείω δύο ἔπεμψας ἀνθ’ ἑνός;
ἀλλ’ εἴτε ἐκεῖνος ἠπάτησε, φιλολόγου τὸ πάθος, εἴτε σὸν ἡ
προσθήκη, πατρὸς ἡ νουθεσία.
τὸν δὲ ἄργυρον ὃν τοῖς
ἄκροις περιήλασας ἐμεμψάμην. οὔτε γὰρ ἐπ’ ἀγορᾶς χρησαί-
μην ἂν τοῖς ὧδε κεκαλλωπισμένοις ἀποκοσμῆσαί τε τὰ παρὰ
σοῦ δῶρα δίκαιον οὐκ ἐδόκει. μένει τοίνυν εἴσω θυρῶν.
παρακλήσεις δὲ πρὸς ἡμᾶς ὑπὲρ Εὐσεβίου ποιούμενος καὶ
παρ’ ἡμῶν ἴσως αὐτὸς ἀξιώσεις ὑπὲρ αὐτοῦ δέχεσθαι. εἰ δ
ἐκεῖνο λόγον οὐ ἂν ἔχοι, μηδὲ τοῦτο νόμιζε.
Related Letters
Surely you will not demand a long letter from me this time.
To the General.
I believe one should help everyone who suffers undeservedly, to the extent one can, and I consider this pleasing to...
Antiochus serves the whole city through his medical practice, but the greatest share of his labors is spent on my...
I thought you had dropped your charge -- the one where you accuse me of writing too briefly.