Letter 421: Do you realize that it speaks well of you that men of letters like me dare to write to a man of arms like you?

LibaniusUnknown|c. 354 AD|Libanius
barbarian invasioneducation booksproperty economics

. . . . . . (355)

Ἆρ’ οἶσθα ὅτι καὶ τοῦτό σοι πολλὴν εὐφημίαν ἔχει τοὺς
ἐν λόγοις ἡμᾶς τῷ περὶ τὰ ὅπλα σοὶ θαρρεῖν ἐπιστέλλειν; ση-
μεῖον γὰρ οἶμαι τοῦτο τοῦ χαλεπὸν μὲν τοῖς πολεμίοις, ἥμερον
δὲ πρὸς τοὺς οἰκείους εἶναι, τοῦτο δὴ τὸ πάλαι ὑμνούμενον,
ὅτι χρὴ τὸν ἅπερ σὺ μέτει, καὶ ταῦτα κἀκεῖνα ἀγαθὸν εἶναι.

τοὺς μὲν γὰρ ἄλλους στρατηγοὺς πόρρωθέν τε ὁρῶμεν κἂν
εἰς ἡμᾶς βλέψωσι, φεύγομεν· σοὶ δὲ ἥδιον ἢ τοῖς γονεῦσι
πρόσιμεν κἂν ἀπίης, ἀλγοῦμεν. αἴτιον δὲ ὅτι πεπαίδευσαι μετὰ
τῶν τακτικῶν τὰ Μουσῶν, ὧν τὸ μὲν νικᾶν ἐν πολέμοις παρέ-
χει, τὸ δὲ νιλᾶν τε ἐκεῖ καὶ πρᾷον εἶναι τούτοις ὑπὲρ ὧν
πολεμεῖς.

εἴη ἂν οὖν ἐν τρόπῳ σοι καὶ τὸ Διονυσίῳ τούτῳ
χεῖρα ὀρέξαι, ὃς ὀρφανὸς μὲν ἐγένετο λῃστῶν αὐτῷ τὸν πατέρα
ἀποκτεινάντων, διὰ δὲ τὴν συμφορὰν φυγὼν πολλὰ μὶν ἀπώ-
λεσεν οἴκοι διαρπασθείσης αὐτῷ τῆς οὐσίας, λόγοις δὲ ἐπέθετο
καὶ ταῦτα ἐν ἀπορίᾳ.

καφὸς δὲ αὐτῷ νῦν κομίσασθαί τι
τῶν πατρῴων, ἐπειδὴ σὺ τῶν πραγμάτων κύριος. τήν τε οὖν
δυστυχίαν ἐλεήσας τοῦ νέου καὶ τὴν ἐπιθυμίαν θαυμάσας
λῦσον αὐτῷ τὴν πενίαν τῇ βοηθείᾳ.

Related Letters