Letter 501: You need a plan to deal with the scheming of your uncle -- let him keep the title "uncle" in my letters too, so...
Ἀνδρονίκῳ. (356/57)
Βουλῆς σοι δεῖ πρὸς τὴν ἐπιβουλὴν τὴν παρὰ τοῦ θείου,
καλείσθω γὰρ κἀν ταῖς ἐπιστολαῖς θεῖος, ὅπως φαίνηται, τίς
ὢν τίνα ἔργα ἐργάζεται. δεῖ δεῖσαι τῆς ἐκείνου δυνάμεως τὸν
τρόπον, οὐ γὰρ αὐτῇ χρῆται δικαίως.
ἀλλ’ ἐπὶ σοὶ καὶ
ἐμοὶ φυγεῖν· εἰ μέν σοι γνώμη ῾Pώμην ἰδεῖν, εἰς ῾Pώμην, εἰ
δὲ τὴν Ἑλλάδα ἥδιον, εἰς Ἑλλάδα. καὶ μὴ αἰσχύνου φεύγων,
τὸ γὰρ αἰσχρὸν εἰς τὸν φοβήσαντα ἔρχεται.
ἐγὼ δὲ οἴσω
βαλλόμενος, κἂν ἔλθῃ ποτὲ καιρός, ὑπὲρ ἀμφοῖν λήψομαι
δίκας, τὸν δὲ τρόπον ᾧ δίκας εἴωθα λαμβάνειν, οὐκ ἀγνοεῖς.
καίτοι καὶ νῦν ὀρθῶς κρίνοντι δίδωσι δίκας. ἄνευ γὰρ τοῦ
μίσους ὃ μισεῖται παρὰ τῶν ἀγαθῶν περὶ τὸν οὐκ ἔστιν ὅτε
οὐ σολοικίσαντα ποιεῖται σπουδήν.
εἴποι ἂν οὖν ὁ Δη-
μοσθένης ὅτι ἃ καταράσαιτ’ ἄν τις αὐτῷ, ταῦτα ἐκ
προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστιν ὁδελφοῦ παιδὶ
καὶ τῷ τούτου διδασκάλῳ, φίλος δὲ Παυσανίᾳ τῷ πόρ-
νῳ, καὶ φρονεῖ μὲν μεῖζον Ἀλκιβιάδου, ποιεῖ δὲ τὰ Σίκωνος.
ὅ τι δὲ οὗτος ἔδρα, τὸν Ἀριστοφάνην ἐροῦ.
πρὸς ταῦτα
ἐφ’ ὅ τι ὁρμήσεις, ἐπίστειλον, καὶ δὴ καὶ εἰ τις ἐλπὶς ὑποφαί-
νοιτο μηδὲν ἔσεσθαι μένοντι κακόν, μένε· τουτὶ γὰρ ἐκείνου
κάλλιον.
Related Letters
Surely you will not demand a long letter from me this time.
Let me borrow something from Demosthenes to talk to you about this man Bassus.
This Antiochus here is a man who barely survived.
If I were to tell you who Letoius is by birth, who he is by character, and what he is to me, I would end up teaching...
You could easily obtain a favor from Cyrillus, both as his friend and as the governor of Tyre.