Letter 564: The reasons Iamblichus [a young kinsman of the famous philosopher, not the philosopher himself] set out, he will...

LibaniusHierocles|c. 368 AD|Libanius
education books

Ἱεροκλεῖ. (357)

Ἐφ᾿ οἷς ἐξῆλθεν Ἰάμβλιχος, αὐτὸς ἐρεῖ σοι. σὺ δὲ δο-
κιμάσας τὴν γνώμην ἢ χρηστὴν εὑρὼν ἐπικούρησον ἢ μὴ
τοιαύτην κίνησον· ὡς ὅ τι ἂν γνῷς, τοῦτο ἱστᾶι κύριον παρὰ
τὰ νῦν δεδογμένα. δύο γὰρ ὁ νεανίσκος πέπεισται, φρένας
τε ἀγαθὰς εἶναί σοι καὶ πρὸς αὑτὸν εὔνοιαν. ἐξ ὧν ἀμφο-
τέρων ἰσχυρὸν ἔσται τοῦθ’ ὅ τι ἂν ἡγῇ συμφέρειν.

Καλύ-
κιος δὲ τὸ μὲν ὧν ἐκέλευες ποιεῖ, τὸ δ’ οὐκ ἴσχε ποιῆσαι.
τῶν μὲν γὰρ Πλάτωνος ἧπται, τῶν δ’ ἡμετέρων οὐκ ἔπεμψε

λόγων, ὡς μὲν αὐτὸς ἔφη, τοῦ γράψοντος ἀπορῶν, ὡς δὲ
ἐγὼ νομίζω, δείσας μὴ τί <σοι> τῶν οὐχ ἡδέως ἡμῖν
εἰς χεῖρας ἔλθοι.

Related Letters