Letter 566: This man is the son of Himerius, nephew of Sopater, namesake of Iamblichus [the famous Neoplatonist philosopher],...

LibaniusAristainetus; and separately to Silanus|c. 368 AD|Libanius
friendshipproperty economicstravel mobility

Ἀρισταινέτῳ. (357)

Τὸν Ἱμερίου μὲν υἱόν, Σωπάτρου δὲ ἀδελφιδοῦν, Ἰαμ-
βλίχῳ δὲ ὁμώνυμον, ἐμὸν δὲ καὶ συγγενῆ καὶ φίλον ἔχων
εὐθὺς ἡγοῦ καὶ σαυτοῦ φίλον καὶ μὴ κατὰ βραχὺ συγκεράννυ
τῷ νεανίσκῳ σαυτόν, ἀλλ’ ἐπὶ τοῖς γράμμασιν ἀναπέτασον
αὐτῷ πάντα τὰ πράγματα μὴ τῇ ἡλικίᾳ κρίνων τὸν τρόπον,
ἀπὸ δὲ τοῦ τρόπου τὸν νέον τιθεὶς εἰς γέροντας.

οὗτος

ἐμὲ φιλεῖ μὲν ὥσπερ ἡ μήτηρ, αἰσχύνεται δὲ ὥσπερ υἱός,
φοβεῖται δὲ ὡς ἂν οἰκέτης. τὸ δὲ μέγιστον τῶν ἐν αὐτῷ, νο-
μίζων τὴν μεγίστην ἀνάγκην εἰς ἀρετῆς ἄσκησιν εἶναι θεοὺς
τιμῶν δέξαιτ’ ἂν Ἶρος γενέσθαι μᾶλλον ἢ μὴ τιμῶν Κινύρας.

κληρονομήσας δὲ πατρῴας οὐσίας καὶ φίλων τὸ μὲν τῶν
φίλων ηὔξησε μέρος, τὸ δὲ ἐκείνης οὐκ ἠξίωσεν, ἀλλ᾿ ἐπαι-
νῶν Εὐριπίδην λέγοντα τοῦν ἔχοντος εἶναι φίλον πρίασθαι
χρημάτων πολλῶν σαφῆ, τοῦτο τὸ κτῆμα κτώμενος ἀναλίσκει
τῶν ὄντων.

ἀκούσας δέ, τίς μὲν αὐτὸν ὁ καλῶν, ἐφ’ ὃ δὲ
καλούμενος τίνι γνώμῃ πορεύεται, θαυμάσῃ μὲν αὐτοῦ τὸ μὴ
θαυμάσαι πλοῦτον, ἐπαινέσῃ δὲ τὴν σοφίαν, ᾗ πειρᾶται δια-
φεύγειν ἃ μὴ μομίζει καλά, μακάριον δὲ ἡγήσῃ τῆς περὶ τὰ
θεὶα κρίσεως.

ξενίσας οὖν τὴν γενναίαν φύσιν καὶ συνευ-
ξάμενος αὐτῷ λυθῆναι πέμπε ἐπ’ Ἰταλίας, μᾶλλον δὲ ἐπὶ
Συρίας.

Related Letters