Letter 681: Stop saying great things about small matters — my letters.
Μαξίμῳ. (361/62)
Παῦσαι μεγάλα περὶ μικρῶν λέγωι, τῶν ἐμῶν ἐπιστολῶν
παῦσαι δὲ καὶ πείθων ἑτέρους ταὐτὰ περὶ αὐτῶν λέγειν δείσας
τὸν νόμον ὃς κεῖται περὶ τῶν ἀπατώντων, κοὶ μετένεγκε τὸ
τῶν ἐγκωμίων μέγεθος ἐπὶ τὸν γενναῖον Φωτεινόν, ᾧ φρένας
ὀξείας καὶ λῆμα ὑψηλὸν κοὶ χάριν ἐμμελῆ καὶ γλώτταν ἱκανὴν
ὁ θεὸς ἔδωκεν.
τῆς γλώττης δὲ αὐτοῦ καὶ αὐτὸς εἰς τὰ
μέγιστα ἀπολαύεις· δι’ ὅσης γὰρ ἔρχεται, πᾶσαν τῆς περὶ σοῦ
δόξης πίμπλησι διηγούμενος, οἵας ἐποίησας Ἀρμενίοις τὰς
πόλεις.
εὔχου δὴ τὸν ἄνδρα μέχρι τερμάτων ἀφικέσθαι τῆς
γῆς· οἴτῳ γὰρ οὐδεὶς ἀνθρώπων ἀνήκοος ἔσται τῶν Μαξί-
μου καλῶν.
Related Letters
"I ask for Arcadia — a great thing I ask.
Hyperechius claimed he made this journey on behalf of his brother, but it turned out he came more on your behalf...
I am not introducing these doctors to you as strangers — I write on behalf of men already known to you, and loved...
Everything about you is fine, beginning with your very appearance — or rather, beginning from your very soul.
If you do not help those I recommend, that is not the Greek way.