Letter 729: I am delighted to receive your letters -- not only because a letter from a friend is the sweetest thing, but because...
Πάππω. (362)
Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον,
ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλ’ ὅτι μοι καὶ σημεῖον
γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν
ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους
ἐποίουν τοὺς ἐναντίους.
τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος
ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ
μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ.
Πέρσαι μὲν οὖν
οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ
τὸ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσον-
ται καὶ διδάξ·ουσι φεύγειν.
ὁ δὲ υἱός σου βούλεται
γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί-
σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων,
ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.
γράφε δὴ πρὸς
ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι
παρακλήσεως δέοι.
Related Letters
I love your letters — they always bring me some good news.
People are wrong to say Fortune has no judgment.
The boys have arrived.
Your servant, having carried out your instructions once we reached our destination, shouldn't leave without a...
Look — you have drawn even Greece to yourself, and along with the young you have persuaded practically even old men...