Letter 803: To the Emperor Julian.

LibaniusJulian, Emperor|c. 390 AD|Libanius
imperial politics

Ιουλιανῷ αὐτοκράτορι. (363)

Ἐγὼ τὴν ἀρχὴν τὴν Ἀλεξάνδρου τὸ πρῶτον ἐδυδχέραινον,
ὁμολογῶ, καὶ τὸ τοὺς ἀτιμοτάτου, τῶι παρ’ ἡμῖν ἐπιμελεῖσθαι
τούτων δὴ τὸ πρὶν οὐ τῶν ἐνδόξων ὕβριν ἡγούμην κὼ οὐκ
ἄρχοντος ἔργον, ἀλλὰ καὶ τὴν εἰς χρήματα ζημίαν πυκνήν τινα
οὖσαν ἀσθενεστέραν ᾤμην ποιήσειν τὴν πόλιν, πλέον δὲ οὐ

νῦν δὲ ὁ καρπός τε ἀνεδόθη τῆς τραχύτητος καὶ ᾄδω πα
λινῳδίαν. οἱ γὰρ δὴ πρὸ μεσημβρίας ἐκεῖνοι λελουμένοι καὶ
κοιμώμενοι Λακωνικοί τινες γεγένηνται τοὺς τρόπους καὶ καρ-
τερικοί, καὶ πρὸς τῇ ἡμέρᾳ τυ νυκτὸς οὐκ ὀλίγον πονοῦσιν
ὡσπερ προσηλωμένοι ταῖς Ἀλεξάνδρου θύραις.

ὁ δ’ εἰ
βοήσειεν ἔνδοθεν, σείεται πάντα, ὥστ’ οὐδὲ σιδήρου μοι δε-
ήσεσθαι δοκεῖν τοῦ ἀπειλεῖν ἀποχρῶντος ἐνεργούς τε ὁμοῦ
καὶ σώφρονας ποιεῖν τοὺς ἀργούς τε καὶ θρασεῖς.

τειερά

πευται δὲ καὶ ἡ Καλλιόπη τῆς σῆς γνώμης ἀξίως οὐ μόνον
ἱπποδρομίαις, ἀλλὰ καὶ ταῖς ἐπὶ σκηνῆς χάρισι καὶ τέθυται
ἐν θεάτρῳ τῇ θεῷ καὶ μετετάξατο παρ’ ἡμᾶς οὐ μικρὸν μέρος,
ὥσθ’ ἥ τε βοὴ λαμπρὰ θεοί τε ἐν τῇ βοῆ καλοῦνται. δηλῶν
δὲ ὁ ἄρχων ὡς χαίρει τῇ τοιαύτῃ βοῇ μείζω ταύτην ἀπὸ
πλειόνων προκαλεῖται.

τοσοῦτόν ἐστιν, ὦ βασιλεῦ, μαντικὴ
τοῖς ἀνθρώποις διδάσκουσα, τί ποιῶν ἄν τις ἄριστα διοικοίη
καὶ οἶκον καὶ Πόλιν καὶ ἔθνος καὶ βασιλείαν.

Related Letters