Letter 804: You should have received my friend from my own hands.

LibaniusKlearchos|c. 390 AD|Libanius
friendship

Κλεάρχῳ. (363)

Ἀλλ’ ἔδει μέν σε ἐκ τῶν ἐμῶν χειρῶν δεδέχθαι τὸν ἑταῖ-
ρον· ἐπεὶ δὲ σὺ μὲν ἠπείγου πρὸς τὰς πύλας, ὁ δ’ οὐ παρῆν,
ἃ μὲν ὑπὲρ αὐτοῦ διείλεγμαι, μέμνησο· τίμησον δέ μοι τὴν
ἐπιστολὴν δείξας ὡς ἠδυνήθη τοσοῦτον ὅσον ἂν ἐγὼ τὸν
χρηστὸν Ὑπερέχιον εἰς τὴν σὴν φιλίαν εἰσάγων τῇ δεξιᾷ.

Related Letters