Letter 815: I was delighted by the letter, by what was in it, and by the fact that, seized by necessity, you resorted to the...

LibaniusProklos|c. 391 AD|Libanius
friendship

Πρόκλῳ. (363)

Ἥσθην καὶ τῷ γραμματείῳ καὶ τοῖς ἐγγεγραμμένοις καὶ
ὡς ὑπ’ ἀνάγκης ἁρπασθεὶς ἐπὶ τὸν δεύτερον ἦλθες πλοῦν
τὸν δι’ ἐπιστολῆς.

Ἀριστοφάνης δέ σε ἠδίκηκεν οὐδέν, εἰ
γνώμης ἐστὶ τὸ ἀδικεὶν· ἀλλ’ ὁ μὲν ἔλεγεν ἃ ἦν ὑπεσχημένος,
ἐγὼ δὲ αὐτὸν ἐβιαζόμην εἰδὼς ὅτι σοὶ μὲν ἀντ’ ἐκείνου Δω-
ρίων ἔσται ἤ τις ἕτερος — ὃ δὴ γέγονε —, τῷ νέῳ δέ, ὃν εἰς
Ἄγκυραν ἐβουλόμην ἐλθεῖν, μία ἐστ’ ἐλπὶς Ἀριστοφάνης καὶ
τὸ Ἀριστοφάνους σχῆμα.

εἰ μὲν οὖν ἐμοῦ κατηγορεῖς, ἕτοι-
μος ὅ τι ἂν κελεύῃς παθεῖν· ἐκεῖνον δὲ αἰτιώμενος ὅρα μὴ
δόξῃς ἀσυγγνώμων εἶναι καὶ ταῦτα Ἕλλην τε ὢν καὶ Ἑλλή-
νων ὅτιπερ κεφάλαιον.

Related Letters