Letter 291: Even while you were still with us, I received several letters of recommendation.

LibaniusAnatolius, Constantinopolitan|c. 341 AD|Libanius
illnessmonasticismproperty economics

Ἀνατολίῳ. (361?)

Ἔτι σου παρ’ ἡμῖν ὄντος ἔλαβόν τινας ἐπιστολάς. τεκ-
μαίρου δὴ τῷ προοιμίῳ, πόσας εἰκὸς ἔσεσθαι τὰς ἁπάσας.
πρῶτος δὲ οὑτοσὶ Μάρκελλος ᾔτησε Λαυρεντίῳ μὲν ὢν ξένος.
ἡμετέρῳ κηδεστῇ, τῆς δὲ ἐπιεικείας οὐ καλοὺς ἐνεγκάμενος
τοὺς καρπούς. δυνάμενος γάρ, εἴπερ ἦν θρασύς, ἄλλους ἄλλους
νεῖν χρηστὸς εἶναι ἐθέλων ἐλήλαται.

ἀλλὰ νῦν αὐτῷ καὶ
καθόδου τις ἐλπὶς καὶ τοῦ λήψεσθαι δίκας καὶ τοῦ μὴ τὰ
αὐτὰ πείσεσθαι σοῦ καὶ τῶν δικαίων εἵνεκα καὶ ἡμῶν ἔλεον
τινα νέμοντος τῷ δεινὰ πεπονθότι.

Related Letters